18. Τὰ δὲ ῥοφήματα, ὁκόταν τῶν κρίσεων ἐγγὺς ᾖ, μὴ
1. δίδου, ἢν θορυβῆται· ὁκόταν δ᾿ ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ
2. βέλτιον. φυλάσσεσθαι δὲ χρὴ καὶ πάντων τῶν πυρετῶν
3. τὰς κρίσιας καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν
4. καιρόν.
6. Φυλάττει κᾀνταῦθα τὴν Ἱπποκράτους γνώμην ὁ τοῦ
7. βιβλίου συγγραφεὺς, ἐν ἀρχῇ μὲν ἐπὶ μελικράτου καὶ χυλοῦ
8. πτισάνης διαιτῶν, ἐγγὺς δὲ τῶν κρίσεων ἀφελὼν τὸν
9. χυλόν.