6. Γίγνεται δὲ ἡ γλῶσσα τραχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα,
7. καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει, τά θ᾿ ὑποχωρήματα
8. ἔξυγρα καὶ ὠχρὰ γίγνεται καὶ δίψαι σφοδραὶ
9. ἔνεισι καὶ ἀγρυπνίαι, ἐνίοτε δὲ καὶ παραλλάξεις φρενῶν.
11. Τὰ παρακολουθοῦντα τοῖς καύσοις ἐν τῷδε τῷ λόγῳ
12. διῆλθεν, ἃ δὴ καὶ συνεδρεύοντα καλοῦσιν· ἔστι δὲ ταῦτα
13. γλῶσσα ξηρὰ καὶ τραχεῖα καὶ μέλαινα, δῆξίς τε ἐπὶ τῆς
14. γαστρὸς, ὑποχωρήματα ὠχρὰ καὶ δίψαι σφοδραὶ καὶ ἀγρυπνία,
15. ποτὲ δὲ καὶ παραφροσύνη. ἡ μὲν οὖν γλῶσσα ξηρὰ
16. γίγνεται, διότι καὶ ἡ διάθεσις ὅλη τοῦ σώματος ξηρά ἐστι
17. καὶ θερμὴ καὶ ὁ πυρετὸς αὐτὸς τοιοῦτος. ἡ δὲ δῆξις τῶν
18. κατὰ τὴν γαστέρα διὰ τὴν τῶν εἰς αὐτὴν συῤῥεόντων ἰχώρων
1. δριμύτητα. τὰ δὲ διαχωρούμενα κατὰ τὸν πλεονάζοντα
2. χυμόν· ἔξυγρα δὲ εἶπεν αὐτὰ, τὸ μηδὲ ὅλως πεπέφθαι
3. δηλῶν, ἡ γάρτοι πέψις ἅπαντα συνάγει τε καὶ παχύνει. τὸ
4. δὲ ἀγρυπνεῖν τοῖς οὕτω πάσχουσι συμβαίνει διὰ τὴν ξηρότητα·
5. δέδεικται γὰρ ἡ μὲν ἄμετρος ὑγρότης τὰς καταφορὰς,
6. τὰς δὲ ἀγρυπνίας ἡ πολλὴ ξηρότης ἐργαζομένη· προσέρχεται
7. δὲ καὶ ἀπὸ τῶν ἄλλων συμπτωμάτων ταλαιπωρία,
8. τῆς ἀγρυπνίας αἰτία γιγνομένη. παραφροσύνην δὲ ἐμάθομεν
9. γίγνεσθαι διά τε χολὴν ἀναδραμοῦσαν ἐπὶ κεφαλὴν καὶ
10. διὰ ξηρότητα καὶ θερμότητα κράσεως. ὅτι δὲ, ὅταν εἴπῃ τις
11. ἁπλῶς χολὴν, ἡ πικρὰ δηλοῦται προείρηται, καὶ ὅτι γε τὴν
12. αὐτὴν χολὴν ὠχράν τε καὶ ξανθὴν ὀνομάζουσιν. ὥσπερ οὖν
13. οὐδὲν παραλέλειπται τῶν κατὰ τὸν χολώδη καῦσον,
14. ὅτι γε μὴ καὶ κατὰ τὴν ἐπιῤῥοὴν τῶν ἰχώρων αὐτῶν, οὐ
15. μόνον διὰ τὴν ὁλκὴν γίγνεσθαι· οὕτως ἀτάκτως γέγραπταί
16. τινα. τῶν γάρτοι λελεγμένων ἔνια μέν ἐστι παθογνωμονικὰ
17. συμπτώματα τῶν καύσων, ἔνια δὲ συνεδρεύοντα· τῶν
18. γεννώντων δὲ αὐτοὺς τὰ μέν ἐστι προηγούμενα, τὰ δὲ προκατάρχοντά
1. γε καλούμενα ὑπὸ τῶν ἰατρῶν. πάντων γοῦν
2. ὧν εἶπον προηγουμένων συμπτωμάτων ἔξεστί σοι τὸν κατάλογον
3. ὡς ἂν ἐθέλοις ποιεῖσθαι· ἀλλ᾿ ὅ γε γράψας τὸ βιβλίον
4. ἤρξατο μὲν ἀπὸ τῶν προηγουμένων (τὸ γὰρ ἀναξηρανθῆναι
5. τὰ φλεβία προηγούμενον αἴτιόν ἐστιν), ἐφεξῆς δὲ δέον εἰπεῖν
6. τὰ προκαταρκτικὰ, οἷον ὁδοιπορίαν μακρὰν καὶ δίψος,
7. οὐ ταῦτ᾿ εἶπεν, ἀλλὰ τῶν παθογνωμονικῶν τι, τὸν πολὺν
8. πυρετόν· ἐχρῆν δὲ ἐνταῦθα προσθεῖναι καὶ τὸ σφοδρὸν δίψος,
9. ὃ μετὰ ταῦτα ἅμα τοῖς ἄλλοις εἶπε συμπτώμασι τοῖς
10. συνεδρεύουσιν ὀνομαζομένοις, ὧν τὰ μὲν ἐνίοτε, τὰ δὲ ἀεὶ
11. ὑπάρχει τοῖς καύσοις. τοῦτο δὲ καὶ αὐτὸς ἐδήλωσεν εἰπών·
12. ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν· τὸ γὰρ ἐνίοτε τῷ διὰ
13. παντὸς ἀντίκειται. ἐγὼ δέ φημι καὶ τὸ τὰ περὶ τὴν νηδὺν
14. δάκνεσθαι καὶ διαχωρεῖν χολώδη οὐ τῶν διὰ παντὸς συνόντων
15. τοῖς καύσοις εἶναι, διὰ γὰρ τὸ μέγεθος τοῦ νοσήματος
16. καὶ τὴν ἔσω ῥοπὴν τῶν δριμέων ἰχώρων ταῦτα συμβαίνει
17. τοῖς κατὰ γαστέρα καὶ ἧπαρ ἔχουσι τὴν οἷον
18. ἑστίαν τοῦ καύσου· τοῖς δὲ κατὰ πνεύμονα ταῦτα μὲν οὐ
1. πάνυ συμπίπτει, τὰ δὲ κατὰ τὰς γλώσσας εἰρημένα καὶ τὰς
2. παραφροσύνας μᾶλλον. ἀλλὰ καὶ δυσπνοοῦσιν οὗτοι τὴν
3. κατὰ τὸ πυκνὸν καὶ μέγα πνεῦμα δύσπνοιαν, ἐκφυσῶσί τε
4. συνεχῶς ἀνοιγνύντες τὸ στόμα καὶ τῇ τοῦ πυρώδους πνεύματος
5. ἀποχύσει κουφιζόμενοι. τὸ μὲν οὖν τῆς δυσπνοίας
6. ὅλον παραλέλειπται, καίτοι γε ἐν προγνωστικῷ λελεγμένον
7. ἡμεῖς ἐδείκνυμεν. ἀτάκτως δ᾿ εἴρηται τὰ κατὰ τὴν γλῶσσαν
8. συμπτώματα· προτέραν μὲν γὰρ ἐχρῆν γεγράφθαι τὴν ξηρὰν,
9. δευτέραν δὲ τὴν τραχεῖαν· διὰ γὰρ τὴν ἄμετρον ξηρότητα
10. τραχεῖαν συμβαίνει γίγνεσθαι τὴν γλῶσσαν, ὥστε τὴν
11. τραχεῖαν οὖσαν πάντως καὶ ξηράν. ὅτι δὲ καὶ μελαίνεται
12. διὰ τὴν ἄμετρον θερμασίαν, ὥσπερ τοῖς ἡλιθεροῦσι τὸ δέρμα,
13. προμεμαθήκαμεν ἤδη.