9. Ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει
10. φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενον· ἔστω δὲ
11. ἀκροχλίαρον, ἑφθὸν ὕδατι καὶ ἐλαίῳ.
13. Μαλακτικόν ἐστι τὸ λινόσπερμον καὶ μὴ θερμαῖνον
14. ἐπιφανῶς, ὧν μάλιστα δεῖται φλεγμονὴ πᾶσα· καὶ
15. μέντοι κατὰ τὴν |θίξιν αὐτὸ παρασκευάζει τοιοῦτον, ὁποῖον
16. καὶ κατὰ τὴν δύναμίν ἐστιν, ἀκροχλίαρον ἀξιῶν προσφέρειν.
17. καὶ ἡ μίξις δὲ τοῦ ἐλαίου καὶ τοῦ ὕδατος χλιαρᾶς
18. θερμασίας ἐστὶ γεννητικὴ, μετὰ τοῦ μαλάττειν τε καὶ παρηγορεῖν
1. μετρίως, ὑπάρχον δυνάμεως ὁποίας μάλιστα ἐδείχθη
2. δεῖν εἶναι τὰ πέττοντά τε καὶ τὰ διαφοροῦντα.