5. Τεκμαίρεσθαι δ᾿ ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι· ἢν μὲν
6. γὰρ παχύτερα καὶ ὠχρότερα ᾖ, βελτίω· ἢν δὲ λεπτότερα
7. καὶ μελάντερα, πονηρότερα.
9. Οὐ πᾶν τὸ μέλλον ἔσεσθαι διδάσκει ἐκ τῶν οὔρων,
10. ἀλλὰ σωτηρίαν ἢ θάνατον· σωτηρίαν μὲν γὰρ δηλοῖ τὰ παχύτερα
11. καὶ ὠχρότερα. σαφῶς δὲ τὰ παχύτερα τοῖς λεπτοῖς
12. παραβάλλων εἶπεν, οὐ τοῖς κατὰ φύσιν, ὡς καὶ μικρὸν ἔμπροσθεν
13. ἠξίουν ἀκούειν· οὔτε γὰρ ἂν παχέα λέγοις, ἑρμηνεύειν
14. ὀρθῶς ἐθέλων, οὔτε λεπτὰ τὰ κατὰ φύσιν οὖρα. τά
15. γε μὴν λεπτὰ καὶ μέλανα χείριστα· πρὸς γὰρ τῶν λεπτῶν
16. μόνον γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα· τὸ γὰρ ἀκριβῶς
17. λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. αἱ δὲ τῶν
1. οὔρων προγνώσεις ἐν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν
2. εἴρηνται.