5. Ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνον τε σημαίνει καὶ ἀνάγκη τῷ
6. νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω
7. τὴν ἀνωμαλίην.
9. Καὶ τοῦτο γὰρ φυλάττων ἐπὶ τῶν νοσούντων εὑρήσεις
10. ἀληθὲς, εἰς χρόνον πλείονα καὶ μεταβολὰς μεταξὺ γιγνομένας
11. ἐμπίπτοντα τὸν ἄνθρωπον ἐπὶ τοῖς ποικίλοις οὔροις·
12. πλείους γὰρ αἱ διαθέσεις δηλοῦνται αἱ μὴ τῆς αὐτῆς θεραπείας
13. δεόμεναι, οὐδὲ τὴν ἴσην ἔχουσι προθεσμίαν τῆς
14. λύσεως.