2. Εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων.
4. Ὄψιας εἴρηκεν ὡσανεὶ διαφορὰς ἢ τρόπους ἢ ἰδέας·
5. τῶν καμνόντων δὲ, ἀντὶ τοῦ τῶν τοῖς κάμνουσιν γινομένων
6. νοσημάτων. ἐδείχθη γὰρ ἤδη πολλάκις ὡς ἅπασι τοῖς παλαιοῖς
7. ἔθος ἐστὶν ἀπὸ τε τῶν παθημάτων ἐπὶ τοὺς πάσχοντας
8. αὐτοὺς μεταφέρειν τὰς προσηγορίας, ἀπό τε τῶν
9. πασχόντων ἐπὶ τὰ πάθη· ὡς μηδὲν διαφέρειν τῶν πυρετῶν
10. εἰπεῖν διαφορὰς ἢ τῶν πυρεττόντων, οὕτως δὲ καὶ πλευριτικῶν
11. ἢ συναγχικῶν ἢ πλευρίτιδος ἢ συνάγχης. ὄψιας οὖν
12. εἶπε καμνόντων, ἐπειδὴ τοῖς ὀφθαλμοῖς αὐτοὺς θεωροῦντες
13. εὑρίσκομεν τὰς διαφοράς.