15. Μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι,
16. ὡς αὗται αἱ ἡμέραι ἑτεροῤῥεπέας ποιοῦσι τοὺς
17. κάμνοντας.
1. Οὐχ ἁπλῶς ἀκουστέον ἐστὶν, ἀλλ᾿ ἐπὶ τῶν ὀξέων νοσημάτων,
2. μέγα δύνασθαι τὰς περισσὰς ἡμέρας, ὡς μεταβολὰς
3. ἑκατέρως ἀξιολόγους ἐμποιούσας εἰς ὑγείαν τε καὶ θάνατον·
4. τοῦτο γὰρ σημαίνει τὸ ἑτεροῤῥεπέας. ἐπὶ μὲν τῶν
5. ὀξέων ἡ γ΄ καὶ ἡ ε΄ καὶ ζ΄ καὶ θ΄ καὶ ια΄ καὶ ιδ΄ καὶ ιζ΄,
6. ἐπὶ δὲ τῶν χρονίων ξ΄ καὶ π΄. μέσαι δ᾿ αὐτῶν εἰσι κ΄ καὶ λδ΄
7. καὶ μ΄, περιτταὶ δὲ καὶ αὗται.