Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.5, ed. Kühn, 1828, vol. 15, p. 743-745. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.5


16. Τῷ τοιῷδε πίνειν ὕδωρ τε καὶ μελίκρητον ἑφθὸν δίδου ὑδαρὲς,
17. ὁκόσον ἐθέλει.

1. Τοῦτο τὸ βιβλίον εἰ καὶ μὴ Ἱπποκράτους ἐστὶ σύγγραμμα,
2. παλαιὸν γοῦν ἐστιν, ὡς κατὰ τοὺς Ἐρασιστράτου χρόνους
3. ἤδη προσκεῖσθαι τῷ γνησίῳ. θαυμαστὸν οὖν ὅπως ἐτόλμησεν
4. εἰς Ἀπολλώνιον καὶ Δέξιππον ἀποσκῶψαι τὰ περὶ τῶν
5. κηρίνων κυλίκων ὁ Ἐρασίστρατος. ὁ γὰρ ταῦτα γράψας,
6. τὴν Ἱπποκράτους γνώμην ἄμεινον Ἐρασιστράτου γινώσκων,
7. ὁπόσον ἐθέλουσι πίνειν ἐπιτρέπει καὶ τοῖς καυσουμένοις·
8. ἔδειξα δὲ καὶ κατὰ τὸ γνήσιον μέρος τοῦ συγγράμματος οὕτω
9. γινώσκοντα τὸν Ἱπποκράτην. περὶ μὲν οὖν τῆς τοῦ
10. Ἐρασιστράτου κακοηθείας ἱκανὰ καὶ ταῦτα· σκοπῶμεν δὲ
11. ἤδη τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα. κελεύει γὰρ μήτε ἐφ᾿
12. ὕδατος μόνου διαιτᾷν τοὺς καυσουμένους μήτ᾿ ἐπὶ
13. μελικράτου μόνου. τὸ μὲν γὰρ ὕδωρ ἔμαθες, ὡς τῇ φύσει
14. ψυχρὸν ὂν, βραδύπορον εἶναι καὶ μένον ἐν ὑποχονδρίῳ πλεῖστον
15. χρόνον, διαφθείρεσθαι κατὰ τοὺς ὀξεῖς πυρετούς· τὸ
16. δὲ μέλι ῥᾳδίως ἐκχολοῦσθαι. διὰ τοῦτο ἀξιοῖ ὑδαρὲς διδόναι
17. τὸ μελίκρατον, ἵνα τὸ ὕδωρ μὴ μηκύνῃ κατὰ τὴν ἄνω
18. γαστέρα, ποδηγούμενον ὑπὸ τοῦ μιγνυμένου μέλιτος εἰς τὴν
1. ἀνάδοσιν· διὰ δὲ ταῦτα αὐτὰ καὶ ἑφθὸν αὐτὸ δίδωσιν, ἀδιψότερον
2. γὰρ καὶ ἀφυσότερον τοῦτο τοῦ ὠμοῦ καὶ τὴν οὔρησιν
3. μᾶλλον κινοῦν, ὥσπερ γε τὴν διαχώρησιν τὸ ὠμόν ἧττον
4. γὰρ γίνεται δριμὺ τὸ ἑψημένον, οὐ μόνον τῷ πέττεσθαι
5. κατὰ τὴν ἕψησιν, ἀλλὰ καὶ τῷ τὸ ἀφρῶδες αὐτοῦ πᾶν
6. ἀφαιρεῖσθαι, καθότι τὸ δριμὺ καὶ φυσῶδές ἐστιν ἐν τῇ
7. τοῦ μέλιτος οὐσίᾳ. τὸ δ᾿ ἑψημένον ἄδηκτόν τε καὶ ἄφυσον
8. γιγνόμενον ἀναδίδοται μᾶλλον ἢ ὑπέρχεται κατ᾿ ἔντερα,
9. ὥστε καὶ διὰ τοῦτο τρέφει μᾶλλον τοῦ ὠμοῦ· χρῄζουσι δ᾿
10. οὕτω νοσοῦντες, ὡς ἂν μὴ λαμβάνοντες τὸν χυλὸν τῆς πτισάνης
11. ἐκ τοῦ μελικράτου τρέφεσθαι. προείρηται δὲ ἐν τῷ
12. γνησίῳ μέρει τοῦ βιβλίου περὶ τοῦ χρῆναι διαιτᾷν ἐν τοῖς
13. ὀξυτάτοις νοσήμασιν ἐπὶ μόνων τῶν πομάτων, καὶ ταῦτά μοι
14. πάντα τὰ κατὰ τὴν ἐξήγησιν τοῦδε τοῦ νῦν προκειμένου
15. γράμματος τοῖς προανεγνωκόσι τε καὶ μεμνημένοις τὰς ἐν
16. ἐκείνοις γεγονυίας ἐξηγήσεις, οὕτω λέλεκταί τε καὶ
17. λεχθήσεται.

Cliquer un n° de page pour en afficher l’image