10. Φυλάττεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέραν, ἐν ᾗ ἦρκται
11. ἀσθενέειν ὁ κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ ὅτε·
12. ἡγέεται γὰρ τοῦτο τὸ πρῶτον εἰδῆσαι. ὁκόταν δὲ ἔρῃ
13. αὐτὸν καὶ διασκέψῃ πάντα, πρῶτον μὲν κεφαλὴν ὅπως
14. ἔχῃ, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχῃ ἐν ἑωυτῇ· ἔπειτα
15. ὑποχόνδρια καὶ τὰ πλευρὰ, εἰ ἀνάλγητα. ὑποχόνδριον
16. μὲν γὰρ εἰ ἐπίπονόν ἐστιν ἢ ἐπῃρμένον ἢ ἔχει τινὰ σκολιότητα
17. ἢ κόρον ἢ πλευροῦ ἀλγηδὼν ἐνείη καὶ ἅμα τῷ
18. ἀλγήματι ἢ βηχίον ἢ στρόφος ἢ πόνος κοιλίης. ὁκόταν
1. δέ τι τούτων παρῇ ἐν ὑποχονδρίῳ, μάλιστα λύειν τὴν
2. κοιλίην κλυσμοῖσι· πινέτω δὲ μελίκρητον θερμὸν ἀφηψημένον.
3. καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν,
4. εἰ λειποθυμέῃ καὶ εἰ τοῦ πνεύματος εὐφορίη
5. αὐτὸν ἔχει. ἰδεῖν δὲ καὶ διαχώρησιν, μή τι μέλαν ἰσχυρῶς
6. διεχώρησεν χρῶμα ἢ καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν
7. εἴη διαχωρήματα· καὶ ὁ πυρετὸς εἰς τὴν τρίτην ἐπιπαροξυνόμενος.
8. κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι
9. τῇσι νούσοισι τριταίους, πρὸς ταῦτα ἤδη καὶ τὰ ἄλλα
10. συνορῇν· καὶ ἢν ἡ τετάρτη τῇ τρίτῃ ἡμέρᾳ ὅμοιον ἔχῃ
11. τι τῶν αὐτῶν τούτων, κινδυνώδης ὁ κάμνων γίγνεται. τὰ
12. δὲ σημεῖα ἡ μὲν μελαίνη διαχώρησις θάνατον σημαίνει,
13. ἡ δὲ ὁμοίη τῷ ὑγιαίνοντι, ὁκόταν ἀνὰ πάσας τὰς ἡμέρας
14. φαίνηται, σωτήριον.
16. Φυλάττεσθαί φησι χρῆναι πρῶτον μὲν τὴν πρώτην
1. ἡμέραν, ἐν ᾗ γνῶναι κελεύει τὴν αἰτίαν τοῦ νοσήματος· τὸ
2. γὰρ ἐξ ὅτου καὶ ὅτε τὸ τί ποτ᾿ ἐστὶ τὸ νόσημα δηλοῖ.
3. πυνθάνεσθαι δὲ κελεύει πρῶτον μὲν τὴν κεφαλὴν ὅπως
4. ἔχει, ἔπειτα ὑποχόνδρια καὶ πλευράς. ὑποχόνδριον μὲν
5. εἴ τις ἐστὶν ὀδύνη ἢ ἐξήρτηται ἤ τινα ἔχει σκολιότητα,
6. τουτέστιν ἀνωμαλίαν· ὅπερ ἐν τῷ προγνωστικῷ κατὰ
7. τήνδε τὴν λέξιν ἔγραψεν, εἰ ἀνωμάλως διακείμενον τὰ δεξιὰ
8. καὶ τὰ ἀριστερά. ἢ εἰ κόρον ἔχει, φησὶ, τοῦτο δέ μοι δοκεῖ
9. τὴν πλήρωσιν τῶν σιτίων εἶναι. ἐρωτᾷν δὲ ἀξιοῖ καὶ
10. τὰ ἄλλα περὶ τὴν ἑξῆς λέξιν· κᾄπειτα κελεύει, τῶν μὲν
11. ὑποχονδρίων πεπονθότων λύειν τὴν κοιλίαν κλυσμοῖς, πίνειν
12. δὲ μελίκρατον θερμὸν ἀφηψημένον. ἀδιορίστως δὲ ταῦτ᾿
13. εἰπὼν ἐφεξῆς γράφει· καταμανθάνειν δὲ χρὴ καὶ τὰ ἐν
14. ταῖς ἐξαναστάσεσιν, εἰ λειποθυμεῖ καὶ ἢν τοῦ πνεύματος,
15. φησὶν, εὐφορίη αὐτὸν ἔχει· τοῦτο δ᾿ ἀντίκειται τῷ λειποθυμοῦντι.
16. ὁρᾷν δ᾿ ἀξιοῖ καὶ τὸ διαχώρημα, πότερον μέλαν
17. ἐστὶν ἢ καθαρὸν καὶ ἄμεμπτον, ὁποῖον τῶν ὑγιαινόντων,
18. ὥσπερ καὶ εἰ ὁ πυρετὸς εἰς τὴν τρίτην ἡμέραν ἐπιπαροξύνεται.
1. τούτων οὕτως ἐχόντων ἐὰν ἡ δ΄ τῇ γ΄ παραπλήσιον
2. ἔχῃ τι κατὰ τὸν παροξυσμὸν, κινδυνώδη δηλονότι ταύτην
3. φησί. τὸ γὰρ καὶ τὴν δ΄ ἡμέραν ἐπίδηλον οὖσαν τῆς ζ΄
4. νεωτερίσαι τι τῶν χαλεπῶν ἐστι σημείων· ὁ δὲ νεωτερισμὸς
5. δῆλος. εἰ γὰρ τῇ α΄ τῶν ἡμερῶν καὶ τῇ γ΄ παροξυσμὸς
6. ἐγένετο, τῇ β΄ δὲ οὐκ ἐγένετο, προσῆκον ἦν τὴν ε΄.
7. ἔχειν παροξυσμὸν, τὴν δὲ δ΄ μὴ ἔχειν· ἔχουσα τοίνυν καὶ
8. αὕτη κακοῦ τινος ἑτέρου γένεσιν ἐνδείκνυται. εἰ δὲ καὶ
9. μέλανα διαχωρήσειε, θάνατον ἔσεσθαι δηλοῖ. μέμνησο δὴ
10. τούτου παραλιπὼν τὰ πολλὰ τῶν εἰρημένων. εἰ γὰρ τῇ α΄
11. τῶν ἡμερῶν ἡ γ΄ τὸν ἀνάλογον ἤνεγκε παροξυσμὸν, νεώτερον
12. μὲν, εἰ καὶ ἡ δ΄ παρώξυνεν· εἰ δὲ καὶ μέλανα διεχώρησεν,
13. ὀλέθριόν ἐστι τὸ σημεῖον· ἐὰν δὲ πάλιν ὅμοια τοῖς
14. ὑγιαίνουσιν ἀνὰ πάσας τὰς ἡμέρας διαχωρῇ, σωτηρίαν ἔλπιζε
15. τοῦ κάμνοντος ἔσεσθαι.