18. Ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος
1. εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον ἢ αὐτοῦ ἐν τῇ κλίνῃ
2. ἢν ἀψυχίη ἐνῇ· ταῦτα δὲ ὁκόταν προσῇ τῷ κάμνοντι ἢ
3. τῇ καμνούσῃ κατ᾿ ἀρχὰς, παραφροσύνην προσδέχου
4. ἐσομένην.
6. Συγκέχυται τῆς ῥήσεως ταύτης ἡ διάνοια. τὸ γὰρ ὅταν
7. βάλανος μηδὲν ἀνύῃ, δοκῇ δ᾿ εὐφόρως ἔχειν ὁ κάμνων, εἴ
8. γε κᾀν ταῖς διαναστάσεσι λειποψυχεῖ, παραφροσύνην προσδέχεσθαι,
9. κακῶς εἰρῆσθαί μοι δοκεῖ, μήτε τῆς ἐμπειρίας
10. μαρτυρούσης αὐτῷ μήτε τοῦ λογισμοῦ. γένοιτο γὰρ ἄν
11. ποτε καὶ τοιοῦτόν τι· αἱ δὲ προγνώσεις εἰσὶν οὐ τῶν σπανίως
12. γιγνομένων, ἀλλὰ τῶν διὰ παντὸς ἢ ὡς τὸ πολύ.