5. Ὁρῇν δὲ χρὴ αὐτοὺς τοὺς μυκτῆρας, ἢν ὁμοίως τὸ πνεῦμα
6. δι᾿ ἀμφοτέρων ἕλκηται· καὶ ἢν πολὺ φέρηται ἐκ τῶν μυκτήρων,
7. φιλέει γίνεσθαι σπασμός· ἢν δὲ σπασμὸς γένηται,
8. τῷ τοιῷδε θάνατος προσδόκιμος καὶ καλῶς ἔχει
9. προλέγειν.
11. Οὐσῶν τῶν χειρῶν τρομωδῶν, οὕτω γὰρ προσῆκον εἰπεῖν,
12. εἰ τὸ πνεῦμα πολὺ φέρεται δι᾿ ἀμφοτέρων τῶν μυκτήρων,
13. σπασμὸν ἐπιγίνεσθαί φησιν· εἴωθε δ᾿ οὕτω καλεῖν τὴν
14. σπασμώδη διάθεσιν, γινομένην κατὰ τῶν τὰ πτερύγια τῆς
15. ῥινὸς κινούντων μυῶν.