Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.54, ed. Kühn, 1828, vol. 15, p. 827-829. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.54


18. Ἢν δὲ ἐν πυρετῷ χειμερινῷ ἡ γλῶσσα τραχείη γένηται καὶ
1. ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ
2. πυρετοῦ· ἀλλ᾿ ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ
3. καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει καὶ χυλοῖσι
4. παραφυλάσσειν· μηδὲ πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν,
5. ὡς οἱ τὰ τοιάδε ἔχοντες σημεῖα ἐπικίνδυνοί εἰσι θνήσκειν.
6. ὁκόταν δὲ ταῦτα συνειδῇς, οὕτω προλέγειν, ἤν σοι
7. ἀρέσκῃ, θεωρήσας εὖ μάλα.

9. Χειμερινὸν πυρετὸν ἔνιοι μὲν ἁπλῶς ἀκούουσι τὸν ἐν
10. χειμῶνι γινόμενον, ἔνιοι δὲ τὸν οἰκεῖον φύσει χειμῶνι, εἴη
11. δ᾿ ἂν ὁ τοιοῦτος ἐπὶ φλέγματι, καθάπερ ὁ θερινὸς ἐπὶ χολῇ.
12. ἐὰν οὖν, φησιν, ἐπὶ τῷ τοιῷδε πυρετῷ γλῶσσα γένηται
13. τραχεῖα καὶ λειποθυμίαι, συγγινώσκειν αὐτὸν ὄντα κινδυνώδη
14. καὶ διὰ τοῦτο μὴ πιστεύειν ταῖς ἐπανέσεσι τῶν πυρετῶν,
15. ὅταν μετὰ συμπτωμάτων ἢ σημείων μοχθηρῶν γίγνωνται,
16. καθάπερ νῦν ἄμα τῇ λειποθυμίᾳ τε καὶ τῇ τῆς
17. γλώττης τραχύτητι. μὴ τοίνυν, φησὶν, ἀμελῶς διαίτα τοὺς
18. κάμνοντας, ἀλλ᾿ ὕδωρ τε καὶ μελίκρατον καὶ χυλὸν
1. πτισάνης ῥοφεῖν δίδου. δόξει δὲ ταῦτα μάχεσθαι τῷ χρῆναι
2. λιμοκτονεῖν· ἡ γὰρ λιμοκτονία μάλιστα μὲν ἀσιτίαν
3. παντελῆ σημαίνει· εἰ δ᾿ οὒ, ἀλλὰ τήν γε ἐπὶ τοῖς πόμασι
4. μόνοις δίαιταν· οὕτως δὲ καὶ μελίκρατον καὶ χυλὸν πτισάνης
5. συνεχώρησε δίδοσθαι. δοκεῖ δέ μοι διὰ τοῦτο λιμοκτονεῖν
6. λέγειν αὐτοὺς, ὅτι χρονίζουσι τὰς ἐπανέσεις τῶν
7. πυρετῶν ἴσχοντες εὐφορωτάτας, ὡς ἐξαπατηθέντας τινὰς
8. τροφὴν ἰσχυροτέραν δοῦναι καὶ μάλιστα διὰ τὴν λειποθυμίαν·
9. ὡς πρὸς τοιαύτην οὖν δίαιταν ἡ διὰ τοῦ μελικράτου
10. τε καὶ τοῦ χυλοῦ γιγνομένη ἐν πολλαῖς ἡμέραις εἴρηται ὀρθῶς
11. λιμοκτονία.

Cliquer un n° de page pour en afficher l’image