14. Ὁκόταν δ᾿ ἐν πυρετοῖσι φοβερόν τι γένηται πεμπταίοισιν
15. ἐοῦσιν, ἢ κοιλίη τε ἐξαίφνης ὑγρὰ διαχωρήσει
16. καὶ ἀψυχίη γένηται ἢ ἀφωνίη ἐπιλάβῃ ἢ σπασμώδης γένηται
17. ἢ λυγμώδης, ἐπὶ τούτοισιν καὶ ἀσώδης φιλέει γίνεσθαι
1. καὶ περὶ ὑπορίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα
2. ὄπισθεν τῆς κεφαλῆς· οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσι
3. πνευματωθέντες οὐκ ἐς μακράν.
5. Τῶν ἐκ τηρήσεως ἐμπειρικῶς γεγραμμένων τοῖς ἰατροῖς
6. ἔνια τοιαῦτά ἐστι, τουτέστιν ἐκ τῶν ὀφθέντων ἅπαξ ἢ δὶς,
7. ἀπόφασιν ἔχει καθόλου τρόπου, ὡς πλειστάκις ἐπὶ τῶν αὐτῶν
8. καὶ ὡσαύτως δυνάμενα θεωρηθῆναι. τοιοῦτον δέ τι καὶ
9. τοῦτό ἐστι τὸ νῦν λεγόμενον· ἑορακὼς γὰρ ἔγραψε ταῦτα
10. πεμπταῖόν τινα, διαχωρήσαντα μέν τινα ὑγρὰ διαχωρήματα,
11. λειποψυχήσαντα δὲ καὶ ἄφωνον γενόμενον, ἕτερον δὲ σπασμώδη
12. καὶ μετὰ τοῦτο ἤτοι γε ἀμφοτέρους ἢ τὸν ἕτερον
13. ἀσώδη καὶ τὰ περὶ τὸ πρόσωπόν τε καὶ τὸν αὐχένα ἐφιδρώσαντας,
14. εἶτα ἀποθανόντας ἔγραψεν, ὡς οἴεται, συνδρομὴν
15. σημείων ἐμπειρικῶν. ἔστι δ᾿ αὐτὰ δυνάμενα καὶ στομαχικῆς
16. προηγεῖσθαι συγκοπῆς· δυνάμενα δὲ καὶ διὰ πλῆθος
17. γίνεσθαι θλιβομένης τῆς δυνάμεως ἢ καὶ ἄλλως ἀῤῥωστούσης.
18. ἕκαστον γάρ τοι τῶν εἰρημένων καθ᾿ ἑαυτὸ μοχθηρόν
1. ἐστι, μήτοι γε συνελθόντα πάντα. τὸ γὰρ ἐπὶ
2. ταῖς ἐξαίφνης διαχωρήσεσι λειποθυμεῖν ἐπικίνδυνόν ἐστιν,
3. ὥσπερ καὶ τὸ ἄφωνον γενέσθαι καὶ ἀσώδη· οὐκ ἀγαθὸν δὲ
4. καὶ τὸ περὶ τὸ πρόσωπόν τε καὶ τὴν κεφαλὴν ἰδροῦν μόνα.
5. καθάπερ οὖν ταῦτα πολλὰ καὶ μοχθηρὰ συμπτώματά ἐστιν,
6. οὕτω καὶ τἄλλα τὰ ἐν τῷ προγνωστικῷ γεγραμμένα καὶ δύναταί
7. τις ἐπιπλέκων αὐτὰ ἀλλήλοις δοκεῖν τι διδάσκειν νεώτερον·
8. ἐὰν δέ που καὶ λέξιν ἀσαφῆ μίξῃ τῷ λόγῳ, καθάπερ
9. αἴνιγμα, τοῖς μὲν πολλοῖς κᾀκ τούτου σοφώτερος εἶναι
10. δόξει, θαυμάζουσι γὰρ ἃ μὴ νοοῦσιν· ἀνθρώπῳ δὲ ἐγνωκότι
11. διακρίνειν ἀπὸ τῆς παθογνωμονικῆς συνδρομῆς τὰ ἐπιγινόμενα,
12. φωραθήσεται ποικίλος μὲν, ἄχρηστος δὲ ὁ λόγος.
13. ἡ μὲν γὰρ παθογνωμονικὴ συνδρομὴ τὸ τοὺ νοσήματος εἶδος
14. ἐνδείκνυται, τὰ δ᾿ ἐπιγινόμενα συμπτώματα τὴν ἐπιείκειάν
15. τε καὶ κακοήθειαν αὐτοῦ. καὶ χρὴ μαθόντα περὶ
16. τούτων τῶν συμπτωμάτων ἑκάστου τὴν δύναμιν ἐκλογίζεσθαί
17. τε καὶ παραβάλλειν ἀλλήλοις τὰ φανέντα· κᾂν μὲν
18. ἰσχυρότερά τε καὶ πλείω φαίνηται τῶν ἀγαθῶν τὰ μοχθηρὰ,
1. γινώσκειν ἐν κινδύνῳ τὸν ἄνθρωπον ὑπάρχειν· εἰ δὲ τὰ
2. ἀγαθὰ τῶν φαύλων ἰσχυρότερά τε εἴη καὶ πλείω, καλὴν
3. προσδοκίαν ἔχειν ἐπὶ τῷ κάμνοντι. τοῦτο δέ σε καὶ αὐτὸς
4. Ἱπποκράτης ἀξιοῖ πράττειν· ἐν γοῦν τῷ προγνωστικῷ πάντων
5. τῶν συμπτωμάτων καὶ τῶν σημείων ἑκάστου καταμόνας
6. ἐδίδαξε τὴν δύναμιν, ἐπὶ τῇ τελευτῇ δὲ τούτου τοῦ
7. συγγράμματός φησι· χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προλέγειν
8. τούς τε περιεσομένους καὶ τοὺς ἀποθανουμένους, οἷς τε ἂν
9. μέλλοι πλέονας ἡμέρας παραμένειν τὸ νόσημα καὶ οἷς ἂν
10. ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα, κρίνειν ἐκλογιζόμενον
11. τὰς δυνάμεις αὐτῶν πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται.
12. τὰς δυνάμεις ἀξιοῖ τῶν σημείων ἐκλογιζόμενον
13. προγινώσκειν ἐξ αὐτῶν τὸ ἀποβησόμενον· ἔνθα μὲν
14. οὖν ἀγαθὰ μοχθηροῖς μέμικται παρισούμενά πως ταῖς δυνάμεσι,
15. γεγυμνασμένου μὲν ἀνδρὸς δεῖται, τεθεωρηκότος
16. ἐπὶ τῶν ἔργων αὐτὰ πολλάκις· ἔνθα δ᾿ ἐστὶν ἤτοι πάντα
17. κακὰ, καθάπερ νῦν, ἢ πάντα καλὰ, κατάδηλον ἅπαντι τὸ
18. γενησόμενον. ὄντος γὰρ καὶ καθ᾿ αὑτὸ σημείου κακοῦ τοῦ
1. διαχωρούσης τῆς κοιλίας λειποψυχῆσαι, κακοῦ δ᾿ ὡσαύτως
2. καὶ τῆς ἀφωνίας, ἐὰν πρὸς τούτοις καὶ σπασμώδης ἢ λυγμώδης
3. ἢ ἀσώδης ὁ κάμνων γίνεται, σαφέστερον ἐνδείξεται
4. τὸν κίνδυνον· ἐὰν δὲ καὶ ἄλλο τι μοχθηρὸν αὐτῷ σημεῖον
5. ἐπιγένηται, καθάπερ οἱ περὶ τὸν αὐχένα καὶ τὸ πρόσωπον
6. ἱδρῶτες, ἔτι καὶ μᾶλλον· ἅπερ εἴρηται νῦν ὑπ᾿ αὐτοῦ τοῦ
7. γράψαντος τὸ βιβλίον, οὐδενὸς ἀγαθοῦ σημείου μεμιγμένου
8. τοῖς κακοῖς. ὅτι μὲν ὁ τοιοῦτος ἐξ ἀνάγκης τεθνήξεται
9. πρόδηλον ἐκ τοῦ τῶν κακῶν ἀθροίσματος σημείων· τὸ δὲ
10. καὶ πνευματωθήσεται τῇ τελευτῇ τῆς ῥήσεως ὥσπερ αἴνιγμα
11. προσέῤῥιπται ταύτης, ὥς τι τῶν ἐξ ἀνάγκης ὡμολογημένων
12. ἔσεσθαι ὅ τί περ ἂν σημαίνῃ τὸ πνευματωθήσεται,
13. εἴτε τὸ τῶν κατὰ τὴν γαστέρα πνευμάτων πλῆθος, ὡς ἐνὸν
14. γαστέρα φυσηθῆναι πᾶσαν αὐτὴν, εἴτε τὴν μεγάλην καὶ πυκνὴν
15. ἀναπνοήν· ἀλλὰ καὶ ταύτην ἐμάθομεν, αἷς ἔσεσθαι
16. διαθέσεσιν οὐκ ἀγαθὸν, ὥσπερ γε καὶ τὴν τῆς γαστρός.
17. ὥστ᾿ οὐ χρὴ ζητεῖν ἄλλα σημεῖα, τούτων ἐξ ἀνάγκης προηγουμένων·
18. ἐπὶ τούτοις γὰρ οὐκέτι, ὡς ἐπ᾿ ἐνίοις τοῖς κατὰ
1. τύχην γενομένοις, ἡ τῶν ἀποβησομένων ἀσφαλής τις γίγνεται
2. πρόγνωσις.