5. Ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα καὶ
6. ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν
7. καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνῶν ἐόντων τῶν
8. περὶ φάρυγγα καὶ μηδὲ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει
9. τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν· κᾒν μὲν πολὺ ῥυῇ,
10. λύσιν σημαίνει τῆς νούσου· ἢν δὲ μὴ, μακρήν· ὁκόσῳ δ᾿
11. ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ μῆκος. ἢν δὲ τἄλλα
12. ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα·
13. ἢν δ᾿ ἅψηται τοῦ ποδὸς καὶ ἐπώδυνος γενόμενος
14. παραμένει, πυριφλεγὴς γενόμενος καὶ μὴ λυθῇ, κατὰ
15. σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληῖδα καὶ
16. ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον καὶ τοῦτο δεήσει
17. φυματῶδες γενέσθαι. σβεννυμένων δὲ τούτων,
18. ἢν αἱ χεῖρες ἐφέλκωνται ἢ τρομεραὶ γένωνται, σπασμὸς
1. τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη· ἀτὰρ καὶ φλυζάκια
2. ἐπὶ τὴν ὀφρὺν καὶ ἐρυθήματα ἴσχει καὶ βλέφαρον
3. τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει καὶ σκληρὴ
4. φλεγμονὴ κατέχει καὶ οἰδέει ἰσχυρῶς ὁ ὀφθαλμὸς καὶ
5. παραφροσύνη μέγα ἐπιδιδοῖ· αἱ δὲ νύκτες μᾶλλον ἐπισημαίνουσιν
6. ἢ αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. τὰ
7. δὲ σημεῖα μάλιστα γίνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν
8. ἢ ἐπὶ τὸν ἄρτιον· ὁκοτέρῳ δ᾿ ἂν τούτων τῶν ἀριθμῶν
9. γίνηται, ὀλέθριοι ἐπιγίνονται.
11. Καὶ πάντα ταῦτα τὰ νῦν εἰρημένα δοκεῖ μοι τεθεαμένος
12. ἐφεξῆς ἀλλήλων ὁ συνθεὶς τὸ γράμμα τουτὶ, καθολικόν
13. τινα ἐκ τῆς ἐν μέρει τηρήσεως λόγον πεποιηκέναι προπετῶς·
14. ἄμεινον μὲν γὰρ, ὡς Ἱπποκράτης ἐν τοῖς τῶν ἐπιδημιῶν
15. εἰώθει γράφειν, οὕτω καὶ αὐτὸν πεποιηκέναι, προειπόντα
16. μὲν ἐν ἀρχῇ τὸ τοῦ παθόντος ὄνομα καὶ μετὰ ταῦτα
17. καὶ τὰς ἡμέρας ἐν αἷς ἕκαστον ἐγένετο, καθάπερ ἐπ᾿ αὐτῶν
18. τῶν νῦν εἰρημένων συμπτωμάτων ἔνεστι ποιῆσαι. γεγενήσθω
1. γάρ τινι φυματώδη τὰ σκέλη καὶ μὴ πεπαινέσθω,
2. προσυποκείσθω δὲ καὶ πυρετώδης εἶναι καὶ πνιγώδης γενόμενος
3. παυσάσθω· προσδοκήσειεν ἄν τις ἄνω γεγονέναι μετάστασιν
4. τῶν ἐν σκέλεσι χυμῶν, ἥτις ἐν ταῖς παρόδοις
5. πνιγώδη τὸν ἄνθρωπον ἐποίησεν, ἐὰν οὖν ὁ τοιοῦτος, ὡς
6. Ἱπποκράτης εἶπεν, ἐστὶ περιεστηκὼς, αἱμοῤῥαγῆσαι δυνήσεται
7. διὰ ῥινῶν· καὶ ἐὰν πολὺ ᾖ τὸ αἷμα, λύσει τὴν νόσον·
8. εἰ δ᾿ οὐ, χρονίσει, καὶ εἰ τἄλλα καλῶς γένοιτο, πάλιν εἰς
9. τοὺς πόδας ἀλγήματα τούτῳ κατασκῆψαι δυνατόν ἐστιν.
10. ὑποκείσθω δὲ καὶ τοῦτο γεγονέναι, καθάπερ καὶ τὸ πυριφλεγῆ
11. τὸν ἄνθρωπον ἐπὶ τούτοις γενέσθαι, ὅπερ ἤτοι θερμασίαν
12. πολλὴν περὶ τὸν πόδα δηλοῦν εἴωθεν ἢ πυρετὸν πολὺν
13. καὶ πυρώδη· καὶ εἰ ἐπὶ τούτοις μὴ λυθείη τὰ συμπτώματα,
14. πάλιν ἀναχωρῆσαν ἄνω μᾶλλον τὸ πλῆθος, ἀλγήματα
15. γεννήσει κατὰ τοὺς αὐχένας καὶ κλεῖς καὶ τὸν ὦμον
16. καὶ τὸ στῆθος. ὡς δὲ πάντα συνέβη ταῦτα αὐτῷ ἀλόγως
17. (τοῦτο γὰρ ἦν τὸ σβεσθῆναι) τὰς χεῖρας ὑποκείσθω γενέσθαι
18. τρομώδεις, ἔπειτα σπασμὸν ἐπακολουθῆσαι, τοῦ πλήθους
1. ἀποσκήψαντος εἰς τὰ νευρώδη μόρια καὶ αὐτὴν τὴν
2. ἀρχὴν αὐτῶν καταλαβόντος, ἐντεῦθεν γὰρ αἱ παραφροσύναι.
3. θεασάμενος οὖν ὁ γράψας τῶν οὕτως τινὰ νοσησάντων φλυκταίνας
4. ἔχοντα κατὰ τὴν ὀφρὺν (τοῦτο γὰρ σημαίνει τὰ
5. φλυζάκια) προπετῶς ἀπεφήνατο πᾶσι τοῖς οὕτως ἔχουσιν
6. ἐσόμενον τοῦτο τὸ σύμπτωμα· καὶ περὶ τῶνδε τῶν ἐφεξῆς
7. γεγραμμένων ὁ αὐτὸς λόγος· ὃ γὰρ ἐγένετό τινι τῶν οὕτω
8. νοσούντων εἴτε δυοῖν, ἐπὶ πάντας ἐκτείνων, ἔφη καὶ ἐρυθήματα
9. ἴσχειν αὐτοὺς καὶ τὸ βλέφαρον ἕτερον παρὰ τὸ ἕτερον
10. παραβλαστάνειν καὶ ξηρὰν γίνεσθαι τὴν φλεγμονὴν καὶ οἰδεῖν
11. ἰσχυρῶς τοὺς ὀφθαλμούς. τούτων δὲ τὰ μὲν ἄλλα
12. σαφῆ, τὸ δὲ παραβλαστάνει τὸ βλέφαρον τὸ ἕτερον, ἀσαφὲς
13. ἐστι πότερον ἐκ μέρους αὐτῶν τινα γινομένην σύμφυσιν ἢ
14. σαρκῶδές τι βλάστημα, θατέρου μὲν ἐκφυόμενον, ἐπὶ δὲ
15. θάτερον ἐκτεινόμενον ἠβουλήθη δηλῶσαι. εἰ δέ τι χρήσιμον
16. ἦν τῆς εὑρέσεως αὐτοῦ σχεῖν, πλέον ἂν περὶ αὐτοῦ
17. διασκεψαίμην.