2. Τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ,
3. πρὸ τῆς πέμπτης ἢν βορβορύζῃ ἡ κοιλίη· ἢν δὲ μὴ, ἐᾷν
4. ἀφαρμακεύτους εἶναι· ἢν δὲ διαβορβορύζῃ καὶ τὰ ὑποχωρήματα
5. χολώδεα ᾖ, σκαμμωνίῳ ὑποκάθαιρε
6. μετρίως. τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν
7. ποτὰ καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι
8. τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες.
10. Θεραπείαν γράφει προειρημένης τῆς συνδρομῆς· ὀνομάζειν
11. δ᾿ αὐτὴν ἐμοὶ μὲν, ὡς εἴρηκα, οὐδὲ τοῦτο δοκεῖ· καὶ ἡ
12. θεραπεία δὲ οὐδὲν κοινὸν ἔχει παρὰ τὰ πρόσθεν ἤδη εἰρημένα
13. πολλάκις· προσεπισκεψάμενον γὰρ εἰρήκει καὶ τὰ ἐν τῇ γαστρὶ
14. καὶ γνωρίσαντα ταῦτα διὰ τῶν βορβορυγμῶν καθαίρειν.
15. εἰ δὲ καὶ χολώδη τὰ κάτω ῥέποντα εἴη, σκαμμωνίαν δίδωσι
16. φάρμακον χολώδη καθαῖρον. ἐν δὲ τῇ ἄλλῃ θεραπείᾳ κελεύει
17. προσφέρειν ἐλάχιστα ῥοφήματα, μέχρις ἂν ἐπανιῶσιν ὑπερβαίνοντες
1. τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν· τούτῳ δὲ τῷ λόγῳ
2. συνενδείκνυται πρὸ τῆς ιδ΄ μὴ δύνασθαι πεφθῆναι τὴν
3. νόσον.