6. Ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται,
7. οὐ φιλέει λύσις ταχείη, οὐδ᾿ ἀπαλλαγὴ τοῦ νοσήματος
8. γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει· ὁκόταν
9. δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει.
11. Οὗτος ὁ λόγος περιττός ἐστι τοῖς μεμαθηκόσι τὰ μοχθηρὰ
12. συμπτώματα μείζονα δύναμιν ἔχειν ἐν κρισίμοις ἡμέραις
13. φαινόμενα· τούτῳ γὰρ τῷ καθόλου κέχρηται καὶ νῦν ὁ
14. γράψας τὸ βιβλίον, ἐφ᾿ ἑνὸς τῶν κατὰ μέρος πραγμάτων τῆς
15. ιδ΄ ἡμέρας. ὡς γὰρ ἐν ταῖς ἄλλαις κρισίμοις, οὕτω καὶ ἐν
16. ταύτῃ εἰ φανῇ τι μοχθηρὸν σύμπτωμα, μείζονα τὴν δύναμιν
1. ἔχει. χρὴ δὲ τὴν ἀπόφασιν τοῦ γενησομένου μηδ᾿ ἁπλῶς, μηδ᾿
2. ὡς ἔτυχεν, ἀλλὰ μετὰ διορισμοῦ ποιεῖσθαι· εἰ μὲν γάρ τινα
3. τῶν ἀγαθῶν σημείων, μείζονα δύναμιν ἔχοντα παρείη τῷ
4. κάμνοντι, νοσήσας πλειόνως δυνηθήσεται σωθῆναι· μηδενὸς
5. δὲ ὄντος τοιούτου τεθνήξεται, μὴ δυναμένης τῆς δυνάμεως
6. ἐξαρκέσαι τῇ πέψει τοῦ νοσήματος. κακῶς οὖν ὁ ταῦτα γράψας
7. ἔφη, μακρότερον πάντως ἔσεσθαι τὸ νόσημα· δύναται
8. γὰρ καὶ διὰ ταχέων ἀποθανεῖν ὁ τὴν ἀφωνίαν ἐν τῇ ιδ΄ σχὼν
9. ἡμέρᾳ, μετὰ τῶν χαλεπῶν ἄλλων σημείων γενομένου τοῦ
10. συμπτώματος.