2. Καὶ ἢν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει καὶ τὴν
3. κοιλίην ὑποκλύσαι.
5. Ἡ πικρία τῆς χολῆς πικρὸν ἐργάζεται τὸ στόμα· κοινὸς
6. γὰρ καὶ εἷς χιτών ἐστιν, ὅ τ᾿ ἔνδον τῆς γαστρὸς καὶ
7. ἅπας ὁ ὑπαλείφων τὸ στόμα. κατὰ λόγον οὖν ὁ συγγραφεὺς
8. ἐκκενοῖ τὴν χολὴν δι᾿ ἐμέτων τε καὶ κλύσματος.