Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.60, ed. Kühn, 1828, vol. 15, p. 841-844. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.60


5. Θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων, αἵματος ἀπόσταξις
6. ἐξαπίνης, συντονίην καὶ πολλὴν φλεγμασίην κατὰ
7. τὰς φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας·
8. καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων
9. ἢ εὐσαρκώσιος ἔχῃ ἢ μελαγχολικὸς ἢ ἐκ πόσιος χεῖρες
10. τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν ἢ
11. σπασμόν.

13. Καὶ αὕτη πάλιν ἡ ῥῆσις ἐπιπλοκὴν ἔχει συμπτωμάτων
14. πολλῶν οὐ συγγινομένων ἐν ἅπαντι ἀνθρώπῳ νοσοῦντι, διὸ
15. καὶ ἄχρηστα τὰ οὕτως γραφόμενα, τῆς χρησίμου διδασκαλίας
16. διὰ τῶν καθόλου γινομένης, ὡς Ἱπποκράτης εἴωθε ποιεῖν.
17. εἴρηται δ᾿ ὅτι τῶν καθόλου τὰ μὲν διηνεκῆ τὴν πρώτην
1. ἔχει δύναμίν τε καὶ χρείαν, τὰ δ᾿ ὡς τὸ πολὺ τὴν δευτέραν·
2. εἴ τι δ᾿ ἀμφίδοξον ἢ σπάνιόν ἐστιν, ἄχρηστον ἐς τὴν διδασκαλίαν.
3. ἃ γοῦν εἶπεν, ἐπισκεψώμεθα κατὰ μέρος· καὶ
4. πρῶτόν γε τὸ πρῶτον εἰρημένον. θερινῆς καὶ μετοπωρινῆς
5. ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης συντονίην
6. καὶ πολλὴν φλεγμασίην κατὰ τὰς φλέβας δηλοῖ καὶ ἐς τὴν
7. ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας· καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ
8. καὶ τὸ σῶμα ἐκ γυμνασίων ἢ εὐσαρκώσιος ἔχῃ ἢ μελαγχολικὸς
9. ἢ ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην
10. προειπεῖν ἢ σπασμόν. βέλτιον οὖν ἦν εἰπεῖν τὴν
11. συντονίαν ἐνδείκνυσθαι, θεραπείας χρῄζειν τὰς φλέβας·
12. ἐπιστάμεθα δ᾿ ὅτι τὰς στάξεις τοῦ αἵματος ἐκ τῶν μυκτήρων
13. μοχθηρὸν ἀεί τί φησιν εἶναι, διὰ τὸ τὴν φύσιν μὲν
14. ἐφίεσθαι ἐκκρίνειν τὸ περιττὸν, ἀδυνατεῖν δὲ δι᾿ οἰκείαν ἀῤῥωστίαν
15. ἢ πάχος τοῦ αἵματος ἢ πύκνωσιν τῶν μορίων, ἤ
16. τινα τούτων ἢ πάντα συνελθόντα. μοχθηροῦ δ᾿ ὄντος ἀεὶ
17. τοῦ σημείου, μᾶλλον δὲ τι καὶ κατὰ θέρους καὶ φθινοπώρου
1. τὰ πρῶτα, τὴν δύναμιν αὐτοῦ συμβέβηκεν ἐπιτείνεσθαι·
2. ἐν ταύταις γὰρ ταῖς ἡμέραις ἤ τε ξανθὴ πλεονάζει χολὴ
3. καὶ τὸ περιέχον θερμόν ἐστιν, ὥστε εὔρουν ἐχρῆν δι᾿ ἄμφω
4. εἶναι τὸ αἷμα· μέγεθος οὖν αἰτίας δηλοῦται, δι᾿ ἣν κωλύεται
5. ῥεῖν, ἣν τὴν συντονίαν εἶναί φησιν, ἴσως τὴν πύκνωσιν
6. οὕτως ὀνομάζων. τό γε μὴν θεραπείας δεῖσθαι κατὰ φλέβας
7. τοὺς οὕτως ἔχοντας οὐδὲν οὐδέπω διδάσκει, πρὶν εἰπεῖν
8. ἥντινα λέγει θεραπείαν· οὐ μὴν εἶπε, πρόῤῥησιν δὲ
9. μόνην πρώτην ἔγραψε, λεπτῶν οὔρων ἐπιφάσιας γίνεσθαι
10. κατὰ τὴν ὑστεραίαν, οὐ κατὰ μόνην ταύτην ἐξ ἀνάγκης
11. φαινομένων αὐτῶν ἀπέπτων, ἀλλὰ καὶ κατὰ τὰς ἔμπροσθεν
12. αὐτῆς. καὶ σπασμόν φησι καὶ παραφροσύνην ἔσεσθαι τοῦ
13. κάμνοντος ἀκμάζοντος κατὰ τὴν ἡλικίαν οὕτως· ἔτι πρὸς
14. τούτοις καὶ γυμναστικοῦ καὶ τῆς εὐσαρκίας αὐτοῦ μέμνηται
15. καὶ τῆς κράσεως (οἱ γὰρ μελαγχολικοὶ κράσεως ὄνομα) καὶ
16. μέντοι καὶ ἐκ πόσεως φησὶν αὐτὸν χεῖρας ἴσχειν τρομεράς.
17. τὰ μὲν οὖν συμπτώματα ταῦτα δυνατά ἐστιν ἀλλήλοις ἐπιπλακῆναι,
1. οὐ μὴν ἐξ ἀνάγκης γε ἢ ὡς τὸ πολὺ τούτοις ἐπακολουθήσει
2. παραφροσύνη καὶ σπασμός.

Cliquer un n° de page pour en afficher l’image