Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.61, ed. Kühn, 1828, vol. 15, p. 844-845. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.61


5. Κᾒν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον· ἐν κρισίμῃσι
6. δὲ, ὀλέθριον, ἢν μὴ πολὺ ἅλις ἀποσσυθὲν αἷμα
7. ἐξόδους ποιήσηται τῆς πλεονεξίης κατὰ ῥῖνας ἢ καθ᾿ ἕδρην
8. ἐμπυήσεις ἢ μεταστάσεις ἢ ἀποστάσεις ἢ πόνους τῶν
9. ὑποχονδρίων ἢ ἐς ὄρχιας ἢ ἐς σκέλεα· πεφθέντων δὲ
10. τουτέων ἔξοδοι γίγνονται πτυσμῶν, παχέων οὔρων ἢ λείων
11. λευκῶν.

13. Δύο γραφαί εἰσι τῆς ἐπιγίνεσθαι λέξεως· μία μὲν διὰ
14. τοῦ τ στοιχείου τῆς τρίτης συλλαβῆς γεγραμμένης, ἄλλη δὲ
15. διὰ τοῦ γ. ἀλλ᾿ ἐάν τε κατὰ τὴν προτέραν ἐπιτείνεσθαι λέγῃ
16. τοὺς κάμνοντας ἐν ἀρτίαις ἡμέραις, ἐάν τε κατὰ τὴν
17. δευτέραν ἐπιγίνεσθαι τὰ εἰρημένα συμπτώματα κατὰ τὰς
18. ἀρτίας ἡμέρας, οὐκ εὐθέως ἐστὶ καὶ βέλτιον (τοῦτο δ᾿ αὐτὸς
1. εἶπεν) οὐδὲ γὰρ εἰ ἄρτιοι προσήκει σκοπεῖν, ἀλλ᾿ εἰ
2. καὶ κρίσιμοι· τὴν γοῦν τετάρτην ἡμέραν ἀρτίαν οὖσαν καὶ
3. αὐτὸς ἑξῆς ὀλίγον ἔμπροσθεν εἶπεν, ὅτι μεγίστην δύναμιν
4. ἔχει. τό γε μὴν ἐφεξῆς εἰρημένον ἀληθές· ἐὰν γὰρ αἷμα
5. πολὺ καθ᾿ ὁντιναοῦν τρόπον ἐκκριθῇ, σωτηρίας ἔχειν ἐλπίδα.
6. καὶ δι᾿ ἀποστάσεως αὐτοὺς καὶ μεταστάσεως φησὶ
7. σώζεσθαι, τὴν μὲν ἀπόστασιν ἄντικρυς διὰ τῆς ἰδίας προσηγορίας
8. δηλώσας, τὴν δὲ μετάστασιν διὰ τοῦ φάναι πόνους
9. ἐν ὑποχονδρίῳ ἢ ἐς ὄρχιν ἢ σκέλεα. διαφέρει δ᾿ ἀλλήλων
10. τῷ τὴν μὲν ἀπόστασιν αὐτὴν τὴν κρίσιν ἐπιφέρειν
11. καὶ ἀπαλλάττειν ἁπάντων τῶν ὀχληρῶν τὸν κάμνοντα, τὴν
12. δὲ μετάστασιν ἑτέρων ἴσχειν ἀρχὴν παροξυσμῶν τε καὶ πόνων,
13. ὡς δεῖσθαι πάλιν ἄλλου χρόνου πρὸς τὴν πέψιν τὸν
14. τόπον τοῦ σώματος, εἰς ὃν ἡ μετάστασις ἐγένετο τῶν λυπούντων
15. χυμῶν· διὸ καὶ προσέθηκε, πεφθέντων δὲ τούτων,
16. αἱ διέξοδοι γίγνονται πτυσμῶν ἢ παχέων οὔρων, λείων, λευκῶν·
17. σημεῖα διδάσκων τοῦ πεπέφθαι τὴν μετάστασιν ἐκ
18. τῶν πεπεμμένων πτυσμάτων τε καὶ οὔρων.

Cliquer un n° de page pour en afficher l’image