Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.63, ed. Kühn, 1828, vol. 15, p. 847-850. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.63


11. Κόκκαλος καὶ σμύρνα ἐκλικτόν· πίνειν δὲ τοῖσι τοιουτέοισιν
12. ὀξύμελι δίδου ὡς ἐλάχιστον· ἢν δὲ διψώδεες ἔωσι σφόδρα,
13. τοῦ κριθίνου ὕδατος.

15. Ἀτάκτως τοῦτο γέγραπται· βέλτιον γὰρ ἦν αὐτὸ μικρῷ
16. πρόσθεν γεγραφέναι κατ᾿ ἐκεῖνο τοῦ λόγου τὸ μέρος,
17. ἔνθα ἐθεράπευσε τοὺς δεομένους τὸν θώρακα καὶ πνεύμονα
18. διὰ πτυσμάτων ἐκκαθαίρεσθαι, οὐ πρὸς τὸν λυγγώδη πυρετόν·
1. ἀλλὰ καὶ αὐτὸ τὸ εἰρημένον ἀσαφές. ὁ μὲν γὰρ κόκκαλος
2. ὑπ᾿ αὐτοῦ λελεγμένος οὐχ οὕτως, ἀλλὰ κῶνος μᾶλλον
3. ὑπὸ τῶν παλαιῶν Ἑλλήνων ὠνομάζετο, καθάπερ ὑπὸ τῶν
4. νεωτέρων ἰατρῶν σχεδὸν ἁπάντων στρόβιλος· εἴωθε δὲ ἐξ
5. αὐτοῦ σκευάζειν ἐκλικτὸν, ὅταν ᾖ λιπαρὸς μάλιστα, τουτέστι
6. πολλὴν ἐκ κύκλῳ περικεχυμένην ἔχῃ τὴν ἰδίαν ῥητίνην.
7. ἑψόμενοι δ᾿ αὐτὸν ἐν ὕδατι μετὰ πρασίου πρόσφατον, εἶτα
8. τῷ ἀφεψήματι μιγνύντες μέλι σύμμετρον, ἕψοντές τε πάλιν
9. τοῦτο μέχρι μελιτώδους συστάσεως, οὕτω τῷ γενομένῳ φαρμάκῳ
10. χρώμεθα πρὸς τὰς ἐκ θώρακος καὶ πνεύμονος πτύσεις.
11. ὥσπερ δὲ καὶ ἄλλα τινὰ προσεπεμβάλλομεν τούτῳ τῷ
12. φαρμάκῳ πολλάκις, οὕτως ἐστὶν εἰκὸς καὶ τὸν ταῦτα γράψαντα
13. σμύρναν ἐπεμβάλλειν, εἶτα διὰ συντόμων ἐδήλωσε καὶ
14. τοῦτο, κόκκαλον καὶ σμύρναν ἐκλικτὸν εἰπών. δύναται δὲ
15. καὶ αὐτοὺς τοὺς ἐσθιομένους κώνους μετὰ σμύρνης διδόναι,
16. τάχα κᾀνταῦθα πάλιν ὑπακουσάντων ἡμῶν οὐ κακῶς μίγνυσθαι
17. μέλι τῷ φαρμάκῳ. τινὲς μὲν οὖν χωρίσαντες τῆς
1. προγεγραμμένης ῥήσεως ταύτην, αὐτὴν καθ᾿ ἑαυτὴν γράφουσι·
2. τινὲς δὲ τὸ πέρας αὐτῆς ἀρχὴν ποιοῦσι κατὰ τόνδε
3. τὸν τρόπον· ἢν δὲ ἀποστήματα στηρίζῃ, κόκκαλος καὶ σμύρνα
4. ἐκλικτόν· ἵνα τῶν εἰς ἀπόστημα στηριζόντων νοσημάτων
5. ἀκούωμεν αὐτὸ φάρμακον ὑπάρχειν. ἔστι δὲ ἄλογον τοῦτο
6. καὶ μάλιστα διὰ τὸ ἐπιφερόμενον, ἐν ᾧ φησι, πίνειν δὲ τοῖσι
7. τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον· ἐπὶ μὲν γὰρ τοῦ
8. λυγγώδους πυρετοῦ λόγον ἔχει δεδιέναι τὸ ὄξος, ἐπὶ δὲ τῶν
9. εἰς ἀπόστημα στηριζόντων, οὐδένα. καὶ διὰ τοῦτό τινες
10. ἄλλοι κατὰ τὶ μὲν συνάπτουσι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ,
11. κατὰ τὶ δὲ διαζευγνούουσι, προστιθέντες τὸν δέ
12. σύνδεσμον καὶ γράφοντες οὕτως· ἢν δὲ εἰς ἀπόστημα στηρίζῃ.
13. περὶ τοῦ λυγγώδους πυρετοῦ τοῦ προειρημένου καὶ
14. τοῦτ᾿ ἔστι λεγόμενον, συμβουλεύσαντος τοῦ γράψαντος τὸ
15. βιβλίον, ἐὰν εἰς ἀπόστημά ποτε συμβῇ στηρίξαι τὸν
16. λυγγώδη πυρετὸν, κόκκαλον μετὰ σμύρνης διδόναι καὶ φυλάττεσθαι
17. τὴν δαψιλῆ πόσιν τοῦ ὀξυμέλιτος. τὸ δ᾿ εἴτε διὰ
18. τοῦ ζ γράμματος ἡ τελευταία συλλαβὴ τοῦ στηρίζῃ γράφοιτο,
1. εἴτε διὰ τοῦ ξ, μεγάλην οὐδεμίαν ἐξαλλαγὴν ὁ λόγος
2. ἕξει. ἢν δὲ διψώδεες σφόδρα ἔωσι, τοῦ κριθίνου ὕδατος.
3. ὅτι μὲν ὡς ἄδιψον πόμα εὔδηλόν ἐστιν· ἄμεινον δ᾿ ἦν εἰρῆσθαι
4. πρὸς αὐτοῦ πῶς χρὴ σκευάσαι τὰς κριθὰς, πότερον
5. ἀποβρέξαντας ἁπλῶς ἢ ὡς οἱ νῦν ἐξ αὐτῶν τὸν ζυθὸν
6. ποιοῦντες ἢ κατ᾿ ἄλλον τινὰ τρόπον.

Cliquer un n° de page pour en afficher l’image