9. Τὰ δὲ περιπνευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι·
10. ἢν ὀξύς τε ὁ πυρετὸς ᾖ καὶ τὰ ὀδυνήματα τοῦ πλευροῦ
11. τοῦ ἑτέρου ἢ καὶ ἀμφοῖν καὶ τοῦ πνεύματος ἄνω φερομένου,
12. ἢν πονέῃ καὶ βῆχες ἐνέωσι καὶ πτύσματα ἀνείη
13. πυῤῥὰ ἢ πελιὰ ἢ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ
14. καὶ εἴ τι ἄλλο διαφέρον ἔχῃ παρὰ τὰ μεμαθηκότα τούτοισιν·
15. οὕτω χρὴ διάγειν.
17. Τὰ μεγάλα καὶ ἀξιόλογα πλευρίτιδος καὶ περιπνευμονίας
1. διώρισται ἅπαντα κατὰ τὸ γνήσιον μέρος τοῦ βιβλίου, τὰ
2. δὲ πᾶσιν ἰατροῖς γινωσκόμενα παραλέλειπται· τοιαῦτα δέ
3. ἐστιν ἃ νῦν οὗτος γράφει· καὶ πρῶτον μὲν τὴν συνδρομὴν
4. ὀνομαζομένην ὑπὸ τῶν παλαιῶν ἐμπειρικῶν, οἱ παλαιοὶ δὲ
5. συνεδρεύοντα τοῖς πάθεσιν ἐκάλουν τὰ τοιαῦτα συμπτώματα.
6. πυρετὸς οὖν ὀξὺς καὶ ὀδύνη πλευροῦ θατέρου ἢ ἀμφοτέρων,
7. μάλιστα κατὰ τὴν ἐκπνοὴν γιγνομένη (τοῦτο γάρ ἐστι καὶ
8. τοῦ πνεύματος ἄνω φερομένου, ἢν πονέῃ) καὶ βῆχες καὶ
9. πτύελα πυῤῥὰ ἢ πελιδνὰ καὶ λεπτὰ καὶ ἀφρώδη καὶ ἀνθηρὰ
10. καὶ ὁπωσοῦν ἄλλως ἐξηλλαγμένα παρὰ τὰ εὐήθη (τοῦτο
11. γὰρ δηλοῖ λέγων καὶ εἴ τι ἄλλο διαφέρον ἔχει παρὰ τὰ μεμαθηκότα)
12. ταῦτα πάντα τοῖς πλευριτικοῖς τε καὶ περιπνευμονικοῖς
13. ἐμφαίνεσθαί φησι συμβαίνοντα. τουτέοισιν οὕτω
14. χρὴ διάγειν.