17. Ἢν μὲν ὀδύνη ἄνω περαίνῃ πρὸς κληῖδα ἢ περὶ μαζὸν καὶ
1. βραχίονα, τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω,
2. ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε.
4. Κᾀνταῦθα πάλιν ἐξεργάζεται τὴν τοῦ γνησίου μέρους
5. γνώμην· ἐπεὶ παρελέλειπτο τὸ συνεπινοούμενον τοῖς
6. εἰρημένοις αὐτῷ, προστιθεῖ, οἷον καὶ τοῦτο, κατ᾿ εὐθὺ τῆς
7. πεπονθυίας πλευρᾶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ὅπερ ἐδήλωσεν
8. εἰπών· τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν
9. εἴσω, ἐφ᾿ ὁκότερον ἂν ᾖ τῶν μερῶν, κατὰ τόδε. προδήλως
10. συντέμνων τῆς ἑρμηνείας ἀμελεῖ· δέον γὰρ εἰπεῖν τὴν κατ᾿
11. ἀγκῶνα φλέβα, τὴν ἐν τῷ βραχίονι λέγει.