14. Ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ
15. ἡλικίην καὶ χροιὴν πλέον· καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα
16. ᾖ, ἀγαγεῖν πρὸς λειποψυχίην· ἔπειτα ὑποκλύζειν
17. μετὰ τοῦτο.
1. Ἐνταῦθα πάλιν πλέον τοῦ μέτρου τοὺς σκοποὺς τῆς
2. φλεβοτομίας ἅπαντας εἰπεῖν φιλοτιμηθεὶς, ὅμως παραλέλοιπέ
3. τινας· οὔτε γὰρ τῆς δυνάμεως ἐμνημόνευσεν |οὔτε τῆς
4. μεταβολῆς τοῦ αἵματος, ἀλλ᾿ οὐδὲ χώρας ἢ καταστάσεως.
5. πλέον δ᾿ ἀφαιρεῖν κελεύων καὶ θαῤῥεῖν μέχρι λειποθυμίας
6. ἄγειν, ἥμαρτεν ἐν τῇ λέξει προσθεὶς δι᾿ ὃ θαῤῥεῖν προσήκει·
7. διὰ μὲν γὰρ τὴν ὀξύτητα τοῦ ἀλγήματος ἐπὶ τὸ πλέον
8. ἐκκενοῦν τοῦ αἵματος ἀφικνούμεθα· τὸ δ᾿ ἐᾷν ῥεῖν, οὐκ ἐκ
9. τῆς ὀξύτητος, ἀλλ᾿ ἐξ ἄλλων ἔχομεν, ἐὰν ἥ τε δύναμις ἐῤῥωμένη
10. καὶ ἡ τῶν ἀκμαζόντων ἡλικία καὶ τὸ πλῆθος αἱματικὸν
11. καὶ ἡ τοῦ κάμνοντος φύσις πυκνοτέρα τε καὶ
12. σκληροτέρα καὶ δυσδιαφορητοτέρα καὶ πολύαιμος, ἥ τε ὥρα
13. τοῦ ἔτους καὶ ἡ κατάστασις εὔκρατος, οὕτω γὰρ καὶ ἡ χώρα·
14. τὸ γὰρ ἄχρι λειποθυμίας ἄγοντα θαῤῥεῖν, ἐκ τούτων
15. ἡμῖν προσγίνεται. ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. μετὰ τὴν
16. φλεβοτομίαν κλύζειν κελεύει, βέλτιον δὲ ἦν προστεθεικέναι
17. τὸν Ἱπποκράτειον διορισμὸν, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.