Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.67, ed. Kühn, 1828, vol. 15, p. 854-855. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.67


2. Ἢν δὲ ὑποκάτω τοῦ θώρακος τὸ ἄλγημα ᾖ καὶ συντείνῃ
3. λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε· μεσσηγὺ δὲ
4. τῆς καθάρσεως μηδὲν δίδου, μετὰ κάθαρσιν δὲ ὀξύμελι.
5. φαρμακεύειν δὲ τεταρταῖον· τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν·
6. κᾂν μὴ κουφίζῃ οὕτως, ὑποκάθαιρε. φυλακὴ δὲ
7. ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης· ἔπειτα ἢν ἀσφαλὴς ἐὼν
8. φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, σὺν
9. μέλιτι μίσγων δίδου· ἢν δὲ ἀνάγηται ῥηϊδίως καὶ εὔπνοος
10. ἢ καὶ ἀνώδυνος ᾖ τὰ πλευρὰ, κατὰ σμικρὸν παχυτέρῳ τε
11. καὶ πλείονι καὶ δὶς τῆς ἡμέρης.

13. Πλευριτικὸν ὠνόμασε τὸ εἰρημένον ὑφ᾿ Ἱπποκράτους
14. ἐν τῷ γνησίῳ μέρει βιβλίου, ἐν ὧ καθαίρει τοὺς
15. οὕτως ἔχοντας πλευριτικούς· σκευάζει δὲ αὐτὸ διττῶς. τὸ
16. φαρμακεύειν δὲ τεταρταῖον, ἀδιορίστως εἴρηκε καὶ τοῦτ᾿
17. αὐτό. τὴν γὰρ ἀρχὴν οὐδὲν τῶν τοιούτων βοηθημάτων
1. προσακτέον τῷ κάμνοντι, σκοπὸν ποιησάμενον ἡμερῶν ἀριθμόν·
2. ἀλλ᾿ ὅπερ Ἱπποκράτης εἶπεν, ἤτοι κατὰ τὴν ἀρχὴν εὐθέως
3. πρὶν στηριχθῆναι τοὺς χυμοὺς, κέλευε φαρμακεύειν
4. ἢ ὕστερον, ὅταν πεφθῶσιν· ὥστε καὶ περὶ τὴν πρώτην ἡμέραν,
5. ἐνίοτε δὲ καὶ β΄ καὶ δ΄, ἐνίοτε δὲ καὶ ε΄, ἐφαρμακεύσαμεν
6. οὐκ ἐν τῇ τετάρτῃ μόνον, καθάπερ οὗτος ἔγραψεν.

Cliquer un n° de page pour en afficher l’image