9. Ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλαγῇ, ἔλασσόν τε τὸ πόμα καὶ τὸ
10. ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν
11. ὥρῃ βέλτιον διάγῃ· γνώσῃ δὲ ἐκ τῶν οὔρων. δεῖ δὲ ῥόφημα
12. προσφέρειν τοῖσιν ἐκ τῶν νοσημάτων μὴ πρότερον
13. ἢ πέπονα τὰ οὖρα ἢ πτύσματα ἴδῃς γεγενημένα. ἢν δὲ
14. φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον
15. δὲ καὶ λεπτότερον· οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης
16. ὑπνώσσειν, οὐδὲ πέσσειν ὁμοίως, οὐδὲ τὰς κρίσιας ὑπομένειν·
1. ἀλλ᾿ ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται καὶ τὰ ἀντέχοντα
2. ἀποβάλλῃ, ἀνθέξει οὐδέν.
4. Περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς ἐπισκοπούμενος
5. ὁ Ἱπποκράτης καὶ αὐτὸς δὲ οὗτος ὁ ταῦτα γράψας
6. ἐν τοῖς ἀνωτέρω γεγραμμένοις αὐτῷ θερμασίᾳ προσέχειν
7. ἠξίου τῇ κατὰ τὸν θώρακα καὶ τοὺς πόδας. ἡ γὰρ τῶν
8. οὔρων ἐπίσκεψις εἰς τὴν καθόλου δίαιταν, οὐκ εἰς τὴν τοῦ
9. μερικοῦ μέρους τῆς τροφῆς ἐστι χρήσιμος· ὥστε οὐκ ὀρθῶς
10. εἶπε νῦν, χυλὸν λεπτὸν ἅπαξ διδόναι καθ᾿ ἣν ὥρην βέλτιον
11. διάγει, γνώσεσθαι δ᾿ ἐκείνην ἐκ τῶν οὔρων· εἰ γὰρ καὶ ὅτι
12. μάλιστα βραχεῖαν ῥοπὴν ἐπὶ τὸ βέλτιον ἴσχει τὰ οὖρα κατὰ
13. τοὺς μερικοὺς παροξυσμοὺς, ἀλλ᾿ οὐχ οὕτως γε μακρὸς ὁ
14. χρόνος ἐκεῖνός ἐστιν, ὡς ἀποθέσθαι ταῦτα ἡμᾶς καὶ περιμεῖναι,
15. πότερον νεφέλας ἐπαιωρουμένας ἢ κάτω χωρούσας
16. ἴσχει· ταῦτα γὰρ ἐν πολλῷ χρόνῳ γίγνεται, τρέφεσθαι δ᾿ ἐν
17. τοῖς ὀξέσι νοσήμασι τοὺς κάμνοντας ἐνίοτε ἀναγκαῖόν ἐστι
18. καὶ ἐν ἀρχῇ τῆς παρακμῆς.