Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.69, ed. Kühn, 1828, vol. 15, p. 857-858. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.69


2. Πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια πύῳ·
3. τὰ δὲ οὖρα τὰς ὑποστάσιας ἔχοντα ὑπερύθρους, ὁκοῖον
4. ὀρόβων. οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα
5. τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα·
6. ἀλείφειν δὲ τὰ σκέλη καὶ ὀσφὺν θερμῷ καὶ λίπος
7. ἐγκαταλείφειν· ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν
8. ἕως μαζῶν. ἀκμαζούσης δὲ τῆς περιπλευμονίης,
9. ἀβοήθητον μὴ ἀνακαθαιρομένου καὶ πονηρὸν ἢν
10. δύσπνοος ᾖ καὶ οὖρα λεπτὰ καὶ δριμέα καὶ ἱδρῶτες περὶ
11. τράχηλον καὶ κεφαλὴν γίγνονται· οἱ τοιοῦτοι γὰρ ἱδρῶτες
12. πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων
13. τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ
14. καὶ πτύσματα πέπονα ἔλθῃ· ὅ τι δ᾿ ἂν τούτων αὐτοματήσῃ,
15. λύει τὸ νόσημα.

17. Οὔτε αὑτοῦ μέμνηται διὰ τῶν ἔμπροσθεν οὕτω γράψαντος
18. ὑπὲρ τῶν πεττομένων οὔρων οὔθ᾿ Ἱπποκράτους
1. ἄλλως εἰπόντος· οὖρον δὲ ἄριστον, ὁκόταν ὑπόστασις λευκή
2. τε καὶ λείη καὶ ὁμαλή. τὰ δ᾿ ἄλλα τῆς ῥήσεως τὰ περὶ
3. τῶν πλευριτικῶν τε καὶ περιπνευμονικῶν εὔδηλα καὶ χωρὶς
4. τῆς ἐμῆς ἐξηγήσεως, ὅπῃ τε τῶν ὑφ᾿ Ἱπποκράτους εἰρημένων
5. ὁ ταῦτα γράψας ἀποχωρεῖ καὶ ὅπῃ μάλιστα πάντῃ ἢ
6. ἐκ μέρους γέ τινος ἕπεται.

Cliquer un n° de page pour en afficher l’image