11. Ἤν δὲ πρὸς ταῦτα μὴ λύηται, γάλα ὄνου ἑψήσας κάθαρε.
13. Ἐπειδὴ πάντως μὲν ἐκκενῶσαι βούλεται τὴν εἰς τὴν
14. γαστέρα χολὴν, εὐλαβεῖται δὲ τὰ καθαίροντα φάρμακα, διότι
15. δριμέα καὶ θερμὰ παντελῶς ἐστι, διὰ τοῦτ᾿ ἐπὶ τὸ τῆς
16. ὄνου γάλα παραγίνεται, δριμύτητα μὲν οὐδεμίαν ἔχον ὥσπερ
17. οὐδ᾿ ἄλλο οὐδὲν, ἀλλὰ πλεονεκτοῦν τῇ ὑγρότητι μόνον τῶν
18. ἄλλων ἁπάντων καὶ διὰ τοῦτο μόνον ὑπέρχεται· προεφθὼς
1. δὲ αὐτὸ διὰ τὸ φυσῶδες. ἀλλὰ σύ γε καὶ μόνῳ τῷ ὀῤῥῷ
2. δυνήσῃ χρῆσθαι, χωρίζων αὐτὸν, ὅταν τὸ γάλα προαφεψήσῃς
3. διὰ ὀξυμέλιτος, ἐγκαθεὶς ἀγγεῖον χαλκοῦν ὕδατος πλῆρες
4. ψυχροῦ συνεχῶς εἰς τὸ γάλα· καὶ γὰρ αὕτη καλῶς ἡ
5. κάθεσις γιγνομένη χωρίζει τὸν ὀῤῥὸν τοῦ τυρώδους.