9. Περιπνευμονίης ἐκλικτόν. κόκκαλον, χαλβάνην ἐν μέλιτι Ἀττικῷ·
10. ἀβρότονον ἐν ὀξυμέλιτι· πέπερι, ἐλλέβορον μέλανα
11. ἀποζέσας καὶ πλευριτικῷ ἐν ἀρχῇσι περιωδύνῳ ἐόντι πίνειν
12. δίδου. ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα
13. καὶ διηθέοντα διδόναι πίνειν καὶ ἡπατικοῖσι καὶ
14. τῇσι ἀπὸ τῶν φρενῶν περιωδυνίῃσιν. καὶ ὁκόσα δεῖ ἐς
15. κοιλίην ἢ ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι· τὰ δὲ
16. ἐς κοιλίην ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλεῖον δίδου.
1. Καὶ τὸ τῶν φαρμάκων πρῶτον καὶ δεύτερον ἀναγωγὰ
2. πτυέλων ἐστὶ· τὸ δὲ διὰ τοῦ μέλανος ἐλλεβόρου, γαστρὸς
3. ὑπακτικόν· τὸ δὲ διὰ τοῦ πάνακος, οὗτος εἶπεν εἰς ὃ ἂν
4. χρήσιμον ὑπάρχῃ.