Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.77, ed. Kühn, 1828, vol. 15, p. 865-867. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.77


10. Ὁκόσοι δ᾿ ἐξ ἀποστημάτων ἢ φλεβοῤῥαγίης ἢ δι᾿ ἀκρησίην
11. ἢ δι᾿ ἄλλην τινὰ ἰσχυρὰν αἰτίαν ἔμπυοι γίνονται, μὴ δίδου
12. ἐλλέβορον τοῖσι τοιουτέοισιν· οὐδὲν γὰρ ὠφελήσει,
13. καὶ ἤν τι πάθῃ, αἴτιον δόξειεν εἶναι ὁ ἐλλέβορος. ἢν δὲ
14. διαλύηται τὸ σῶμα ἢ πόνος ἐν κεφαλῇ ἢ ἐμπεπλασμένα
15. τὰ οὔατα ἢ ῥὶς ἢ πτυαλισμὸς ἢ τῶν γονάτων βάρος ἢ
16. σώματος ὄγκος παρὰ τὸ ἔθος, ὅ τι ἂν συμβαίνῃ, μήθ᾿
17. ὑπὸ πότων, μήθ᾿ ὑπὸ ἀφροδισίων, μήθ᾿ ὑπὸ λύπης, μήθ᾿
1. ὑπὸ φροντίδων, μήθ᾿ ὑπὸ ἀγρυπνιῶν· κᾒν μέν τι τουτέων
2. ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείαν.

4. Φλεβοῤῥαγίην μὲν λέγει τὴν ῥῆξιν τῶν φλεβῶν. ὅτι
5. δ᾿ οὔτε τοὺς ἐκ τοιαύτης αἰτίας ἐμπύους γενομένους ἐλλεβορίζειν
6. προσῆκεν οὔτε τοὺς ἐξ ἀποστημάτων οὔτε τοὺς ἐξ
7. ἄλλης αἰτίας εὔδηλον· οἱ δὲ δι᾿ ἀκρασίαν ἔμπυοι, κακῶς ἐν
8. τῷ νῦν εἴρηται καταλόγῳ, τῆς ἀκρασίης αὐτῆς καθ᾿ ἑαυτὴν
9. βλαπτούσης τοὺς ἀκρατεῖς, οἷον πλησμονῆς, ἀπεψίας, οἰνοφλυγίας,
10. ἀφροδισίων πολλῶν καὶ ἀγρυπνιῶν, ὅσα τε ἄλλα
11. τοιαῦτα. προειπὼν δὲ τίσιν ἐλλέβορον οὐ χρὴ διδόναι φησίν·
12. ἢν διαλύηται τὸ σῶμα, τουτέστιν ἐὰν ἔκλυτον ἱκανῶς
13. γένηται, χωρὶς προφάσεως δηλονότι ἢ πόνος ἐν κεφαλῇ
14. χρόνιος καὶ δύσλυτος (ὑπακοῦσαι γάρ σε τοῦτο κᾀν τῷ τῆς
15. κεφαλῆς χρὴ πόνῳ καὶ τοῖς ἐφεξῆς εἰρημένοις ἅπασι, τοῖς
16. ἐμπεπλασμένοις ὠσὶ καὶ ῥινὶ καὶ τῷ πτυαλισμῷ) προστίθησι
17. δὲ γονάτων βάρος καὶ πόνον καὶ σώματος ὄγκον παρὰ
1. τὸ ἔθος· ἐπὶ πάντων γὰρ τούτων ἄνευ φανερᾶς αἰτίας γενομένων
2. ἐλλεβορίζειν συμβουλεύει, διελών τε τὸν καθόλου
3. τοῦτον λόγον εἰς τὰ κατὰ μέρος ἔφη, μήθ᾿ ὑπ᾿ ἀφροδισίων,
4. μήθ᾿ ὑπὸ λύπης, μήθ᾿ ὑπὸ φροντίδος ἢ ἀγρυπνιῶν, τῶν εἰρημένων
5. γεγονότων· εἰ γὰρ ἐκ τούτων τινὸς εἴη γεγονότα,
6. πρὸς τὸ ποιῆσαν αἴτιον ἁρμόττεσθαι κελεύει. τίνα δ᾿ ἐκ
7. τούτων ἁπάντων ὧν εἶπεν ἀληθῶς ἀκριβῶς εἴρηται καὶ τίνα
8. μὴ μεμαθήκατε κᾀκ τῶν Ἱπποκράτους βιβλίων καὶ τῶν
9. ἡμετέρων πραγματειῶν.

Cliquer un n° de page pour en afficher l’image