12. Ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος, ὡς ἂν
13. παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει· καὶ γὰρ
14. ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστᾷν, ἢν ἀριστήσωσιν, ὄγκος
15. πολὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη·
16. ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται. ξυμφέρει δὲ
17. τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν, κοιμηθέντας δὲ περιπατῆσαι
18. βραδέως συχνὴν περίοδον· καὶ ἢν μὲν λαπαχθῇ,
1. δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον· ἢν δὲ
2. μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ· κᾒν διψῇ,
3. ὑδαρέα οἶνον λευκὸν ἢ γλυκὺν ἐπιπιόντα, ἀναπαύεσθαι·
4. ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι, τὰ δὲ ἄλλα
5. ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω. τὰ δὲ ἀπὸ πομάτων,
6. ὁκόσα μὲν ὑδαρέα βραδυπορώτερά ἐστι καὶ ἐγκυκλέεται
7. καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια καὶ εἰς οὔρησιν
8. οὐ κατατρέχει· τοιούτου δὲ πόματος πληρωθεὶς μηδὲν
9. ἔργον ὀξέως διαπράξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ
10. ἢ τάχει πονέειν ξυμβαίνει· ὡς μάλιστα δὲ ἡσυχαζέτω,
11. μέχρι καταπεφθήτω μετὰ τῶν σιτίων. ὁκόσα δὲ τῶν
12. πομάτων ἀκρητέστερά ἐστιν ἢ αὐστηρότερα, παλμὸν ἐν
13. τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει· τούτοισι
14. καλῶς ἔχει ἐπικοιμᾶσθαι καὶ θερμόν τι ῥοφέειν πρὸς
15. ἅπερ μάλιστα ἥδιστα ἔχουσι· νηστείη δὲ πονηρὸν πρὸς
16. τὴν κεφαλαλγίην καὶ κραιπάλην. ὁκόσοι δὲ μονοσιτέουσι,
1. κεῖνοι καὶ ἀδύνατοί εἰσιν καὶ οὐρέουσι θερμὸν παρὰ τὸ
2. ἔθος κενεαγγέοντες· γίνεται δὲ καὶ στόμα ἁλικὸν καὶ πικρὸν
3. καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ καὶ κροτάφοις ἐπιξυντείνονται
4. καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν,
5. ὅκωσπερ ἢν ἠριστηκότες ἔωσιν. τούτους δὲ χρὴ πίνειν
6. ἔλασσον ἢ μεμαθήκασιν καὶ ὑγροτέρην μάζαν ἀντὶ
7. ἄρτου· καὶ λαχάνων, λάπαθα ἢ μαλάχην ἢ πτισάνην καὶ
8. σεῦτλα. πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον ὁκόσον σύμμετρον
9. καὶ ὑδαρέστερον· καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον,
10. ἕως οὖρα καταδράμῃ καὶ οὐρήσει. χρήσθω δὲ καὶ
11. ἰχθύσιν ἑφθοῖσι· βρώματα δὲ μάλιστα ἐπισημαίνει.
13. Μεμνήμεθα δήπου τοῦτον ἅπαντα τὸν λόγον ἐπὶ τῷ
14. γνησίῳ μέρει τοῦ συγγράμματος ἱκανῶς ἐξειργασμένον· ἐξ
15. ἐκείνων οὖν δυνήσῃ ὡσαύτως εἰρημένα καὶ ταῦτα διαγνῶναί
16. τε καὶ κρῖναι, ἐμοὶ δ᾿ οὐκ ἀναγκαῖον ἐν τοῖς τοιοῖσδε μηκύνειν.
17. βρώματα δὲ μάλιστα ἐπισημαίνει. οὐκ ἐκ λόγου
1. τινὸς, ἀλλ᾿ ἐμπειρίας προσήκει κρίνεσθαι τῶν ἐδεσμάτων
2. τὴν δύναμιν· οὐ διοίσει δὲ νῦν βρώματα λέγειν ἢ ἐδέσματα.
3. καὶ μέντοι καὶ ὁ γράψας ταυτὶ τοιοῦτόν τι δηλοῖ διὰ τοῦ
4. ἐπισημαίνειν· ἐπίσημον γὰρ, φησὶ, τοῖς σώμασι γίνεται καθ᾿
5. ἑκάστην ἀλλοίωσιν ἐξ ἰσχυρῶν ἐδεσμάτων. εἶθ᾿ ἑξῆς αὐτὰ
6. καταλέγει.