8. Ἁλμυρὸν δὲ μηδὲν μήτε δριμὺ προσφέρειν· οὐ γὰρ
9. ὑποίσει.
11. Ὁ μὲν ἁλμυρὸς χυμὸς ὁποῖός τίς ἐστιν ἐν τοῖς ἁλσὶ
12. φαίνεται· περὶ δὲ τῆς τοῦ δριμέος οὐσίας τε καὶ δυνάμεως
13. εἴρηται κατὰ τὸ τέταρτον βιβλίον τῶν ἁπλῶν φαρμάκων,
14. ὅτι πέπερι καὶ νᾶπυ καὶ πύρεθρον, ὅσα τ᾿ ἄλλα θερμὰ ταῖς
15. δυνάμεσίν ἐστι καὶ δριμέα γευομένοις φαίνεται. ὡς οὖν συναυξάνοντα
16. τὴν διάθεσιν τῶν καυσωδῶν, φεύγειν κελεύει τὰ
17. δριμέα καὶ τὰ ἁλμυρά· ταῦτα δὲ καὶ ξηραίνει μᾶλλον τῶν
18. δριμέων, εἰ καὶ μὴ παραπλησίως ἐκείνοις θερμαίνει, ἀλλ᾿
19. ἧττον.