Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.80, ed. Kühn, 1828, vol. 15, p. 871-873. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.80


9. Σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα καὶ κεφαλῆς
10. βάρος καὶ ἄσην καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν,
11. παροξύνειεν ἄν· οὐρητικὸν δὲ καὶ τοῦτο ἔχει ἀγαθόν.
12. ἄριστον δ᾿ αὐτοῦ φαγέειν ἢ μέλλοντι ἐς πόσιν ἰέναι
13. ἢ μεθύοντι.

15. Εἰ τῇ πείρᾳ χρὴ κρίνειν ἓν ἕκαστον τῶν ἐσθιομένων,
16. οὐκ ἂν ὀρθῶς λέγοιτο φυσῶδες εἶναι τὸ σκόροδον, οὐδὲ θέρμης
17. πλείονος ἢ κατὰ κρόμμυον, αἴσθησιν φέρον τοῖς φαγοῦσιν,
18. οὔτ᾿ ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος οὔτ᾿ ἐν τῷ
1. θώρακι· κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐδ᾿ ἄσης, καὶ μάλιστα,
2. ἄν τις αὐτὸ βραχὺ προαποζέσας προσάρηται. τὰ δὲ πολλὰ
3. τῶν ἐδεσμάτων, ὅταν μὲν πληθωρικὸν ᾖ τὸ σῶμα, θερμαίνει,
4. ὅταν δὲ προκεκενωμένον ᾖ, ξηραίνει γε ἱκανῶς. ἡμάρτηκεν
5. οὖν ὁ συγγραφεὺς τοῦ βιβλίου, χωρὶς διορισμοῦ τὴν
6. ἀπόφασιν ποιησάμενος· ἄμεινον γὰρ ἦν διορίσαι, καθὸ λέλεκται,
7. νυνὶ δὲ ἁπλῶς εἰπὼν ἀπεφήνατο περὶ σκορόδου·
8. βέλτιον δ᾿ ἦν εἰπεῖν ξηραίνειν καὶ θερμαίνειν αὐτὸ καὶ ἄφυσον
9. εἶναι· οὐ κατὰ γὰρ ἀδιορίστου ἀποφαίνεσθαι ἔθος ἐστίν.
10. προσυπακούειν δ᾿ ὅταν ἐν καιρῷ δοθῇ, ὃ τῷ προπαρεσκευασμένῳ
11. τῷ σώματι δηλοῖ· προπαρασκευάζεται δὲ μήτε πληθωρικὸν
12. μήτε κακόχυμον ὄν. οὐκ ὀρθῶς οὖν οὐδὲ κεφαλῆς
13. βάρος ὑπ᾿ αὐτοῦ γίνεσθαί φησιν· ἐὰν γὰρ προκενώσας
14. τὸ σῶμα προσενέγκῃ σκόροδον καὶ κεφαλῆς βάρος ἰάσῃ καὶ
15. παντὸς ἄλλου μορίου. θαυμάζω δὲ πῶς ἃ μέχρι τοῦ νῦν
16. διῆλθεν ἐπ᾿ αὐτοῦ προειπὼν ἐφεξῆς φησιν· ἄριστον δ᾿ αὐτὸ
17. φαγεῖν μέλλοντι ἐπὶ πόσιν ἰέναι ἢ μεθύοντι. φαίνεται δὲ
1. ἐκ τούτων οὔτε κραιπάλην οὔτε μέθην ἐργαζόμενον, ἀλλὰ
2. καὶ προφυλακτικὸν αὐτῶν ὑπάρχον, ὡς καὶ βάρος ὦσαι δύνασθαι
3. καὶ θεραπευτικὸν γενέσθαι φυσῶν. ἀληθῆ μὲν
4. ταῦτα εἶπε καὶ προσέτι τῶν οὐρητικῶν εἶναι φαρμάκων
5. αὐτό· ψευδῶς δὲ τἄλλα προσέθηκεν, ἅμα καὶ τῷ
6. μαχόμενα λέγειν αὐτά.

Cliquer un n° de page pour en afficher l’image