Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.81, ed. Kühn, 1828, vol. 15, p. 873-874. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.81


9. Τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει,
10. ὠμὸν καὶ ἄπεπτον· κάκιστον δ᾿ ἐν τῷ ποτῷ φαγεῖν
11. πεπληρωμένοισιν.

13. Φυσώδης μᾶλλόν ἐστι τοῦ ξηροῦ ὁ μαλακὸς καὶ νέος
14. τυρὸς καὶ ἧττον στεγνοῖ, τουτέστιν ἵστησι τὴν γαστέρα τοῦ
15. ξηροῦ· τούτῳ γὰρ ὑπάρχει φυσώδει μὲν ἧττον εἶναι, μᾶλλον
16. δ᾿ ἱστάναι τὴν γαστέρα· καὶ μέντοι καὶ διψώδης μᾶλλόν
17. ἐστιν, ὅπερ ἐδήλωσεν εἰπὼν, σιτίων ἔξαψιν ποιεῖ. τὸ δὲ
18. ὠμὸν καὶ ἄπεπτον μεταξὺ παρέγκειται κατὰ τὴν ῥῆσιν οὐκ
1. ἐπιμελῶς ἑρμηνευόμενον· ἐμφαίνει γοῦν ὅτι τὸ κατὰ τὸ σῶμα
2. συνιστάμενον πᾶν ὠμὸν καὶ ἄπεπτον ἐν χυμοῖς, ἐκ τοιούτων
3. ἐδεσμάτων πέφυκε γίνεσθαι, ὁποῖός ἐστι καὶ ὁ τυρὸς,
4. ὠμὸν καὶ ἄπεπτον ἔδεσμα, ὡς εἰ καὶ οὕτως ἔλεγε· τυρὸς
5. δὲ καὶ φῦσαν καὶ στεγνότητα τῆς γαστρὸς ἐργάζεται καὶ
6. καυσώδης ἐστὶν, ἔτι δ᾿ ὠμὸν καὶ ἄπεπτόν ἐστιν ἔδεσμα
7. καὶ χυμῶν τοιούτων γεννητικόν. κάκιστον δὲ, φησὶ, καὶ πεπληρωμένον
8. μετὰ πόματος φαγεῖν αὐτὸ, ὅπερ εὔδηλόν ἐστι
9. καὶ τοῖς ἰδιώταις· ἔστι μὲν γὰρ καὶ ἄλλως οὐκ ἀγαθὸν
10. ἔδεσμα τυρὸς, ὡς ἂν παχύχυμος καὶ δύσπεπτος ὑπάρχων·
11. εἰ δ᾿ ἐν τῷ πίνειν αὐτῷ τις χρήσαιτο πεπληρωμένος ὢν,
12. χείριστος ἁπάντων τῶν ἐδεσμάτων γίνεται, βαρύνων τε τὸ
13. στόμα τῆς γαστρὸς, αὐτός τε πρῶτος διαφθειρόμενος, εἶθ᾿
14. ἑαυτῷ συνδιαφθείρων καὶ τἄλλα.

Cliquer un n° de page pour en afficher l’image