12. Σιλφίου δὲ καυλὸς καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι
13. δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ· ἀλλὰ καλέεται ξηρὴ
14. χολέρη, μάλιστα δὲ γίνεται, ἢν μετὰ πολλοῦ τυροῦ
15. μιχθῇ ἢ κρεηφαγίης βοείων κρεῶν.
17. Τὴν ῥίζαν τοῦ σιλφίου καλεῖν ἔθος ἐστὶ τοῖς ἀνθρώποις
18. ὁμωνύμως ὅλῃ τῇ βοτάνῃ. ταύτην δέ φησι καὶ προσέτι
1. τὸν ὀπὸν τῆς πόας τοῖς ἀπείροις, τουτέστι τοῖς ἀήθεσι, ξηρὰν
2. ἐργάζεσθαι χολέραν· ἥτις δ᾿ ἐστὶν αὕτη μετ᾿ ὀλίγον
3. αὐτὸς διδάξει γράφων ὡδί· χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται
4. καὶ ψόφοι ἔνεισιν. εὔδηλον οὖν ὅτι πνεῦμα φυσῶδες
5. ἀθροίζεται κατὰ τὴν κοιλίην ἐκ τῆς τοῦ σιλφίου προσφορᾶς,
6. ἔστι δὲ δριμὺ καὶ καυσῶδες τοῦτο. τί δὴ οὖν σημαίνει
7. τὸ ἔστι μὲν οἷσιν, οὐδὲν ἐκ τῆς λέξεως σαφὲς καὶ
8. διὰ τοῦτο ἐξηγούμενός τις ἕκαστον τούτων ἐρεῖ τὸ πιθανώτατον
9. ἑαυτῷ φαινόμενον· ἄπορον γὰρ τὸ κατὰ λόγον ἐρεῖν
10. ἐν τοῖς τοιούτοις. μάλιστα δὲ γίγνεται, ἢν μετὰ
11. πολλοῦ τυροῦ μιχθείη ἢ κρεηφαγίης βοείων κρεῶν. τὴν
12. ξηρὰν χολέρην αὐτῷ κεκλημένην μάλιστα γίγνεσθαί φησι
13. τοῖς τὸ σίλφιον ἅμα τῷ τυρῷ πλέον προσενεγκαμένοις ἢ
14. βοείοις κρέασιν ἡ γὰρ ἐκ τοῦ σιλφίου γεννωμένη φῦσα τοῖς
15. ἐμπλαστικοῖς καὶ βραδυπόροις ἐδέσμασι μιχθεῖσα μένει
16. κατὰ τὴν γαστέρα μὴ διεξερχομένη.