Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.87, ed. Kühn, 1828, vol. 15, p. 879-880. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.87


2. Τὰ μὲν γὰρ μελαγχολικὰ καὶ παροξυνθείη ἂν παθήματα
3. ὑπὸ βοείων κρεῶν ἐδωδῆς· ἀνυπέρβλητος γὰρ ἡ φύσις
4. αὐτέων καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι· βέλτιστα
5. δὲ ἂν ἀπαλλάσσοιεν, εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς
6. παλαιοτάτοισι.

8. Ἦν μὲν αὐτῷ περὶ σιλφίου δυνάμεως ὁ λόγος, ἐπέμιξε
9. δὲ τούτῳ τὴν τῶν βοείων κρεῶν ἐδωδὴν καὶ μετὰ ταῦτα
10. ἑξῆς ἐπ᾿ αὐτὰ μεταβὰς τὰ μελαγχολικὰ πάθη παροξυνθήσεσθαί
11. φησιν ὑπ᾿ αὐτῶν· εἶθ᾿ ἑξῆς ὡς ἂν ἐπαναδιπλοῦς αἰτίας
12. ἀποδιδοὺς τοῦτό φησιν· ἀνυπέρβλητος γὰρ ἡ φύσις
13. αὐτῶν. ἐχρήσατο μὲν οὖν τῷ γὰρ συνδέσμῳ, καθάπερ οἱ
14. τὰς αἰτίας ὧνπερ εἰρήκασι λέγοντες· οὐ μὴν αὐτοῦ γε τοῦ
15. παροξύνεσθαι τὰ μελαγχολικὰ πρὸς τῶν βοείων κρεῶν εἶπεν
16. αἰτίαν, τινὰ δὲ ἄλλην κοινοτέραν τὴν κατὰ τὸ δυσκατέργαστον
17. τῆς φύσεως καὶ ἰσχυρόν· ἡ γὰρ ἀνυπέρβλητος φύσις
18. ἐστὶν, ἣν οὐκ ἄν τις ὑπερβάλλοιτο. βέλτιστα δὲ ἂν ἀπαλλάσσοιεν,
1. εἰ διέφθοισί τε χρέοιντο καὶ ὡς παλαιοτάτοισι.
2. καὶ τοῦτο καθολικωτέραν ἔχει τὴν συμβουλὴν, οὐ κατὰ τὰ
3. μελαγχολικά· τοῖς γὰρ βοείοις κρέασιν ἄμεινον χρῆσθαι διέφθοις
4. τε καὶ παλαιοῖς, ὥσπερ τοῖς ἄλλοις ἅπασι δυσπέπτοις.
5. οὐ κυρίως δὲ ἐχρήσατο τῇ βέλτιστα λέξει· οὔτε γὰρ οἱ
6. μελαγχολικῶς νοσοῦντες οὔτ᾿ ἄλλος τις ἄνθρωπος ὑγιαίνων
7. ἢ νοσῶν βέλτιστα ἂν ἀπαλλάσσοι βόεια δίεφθα καὶ παλαιὰ
8. προσφερόμενος, τῶν γὰρ ἐσθιόντων εἰσὶν αὐτὰ πάντων οὐκ
9. ἀγαθὴ τροφή· ἀλλ᾿ ἧττον τῶν ἄλλων οἱ τὰ τοιαῦτα προσφερόμενοι
10. βλάπτονται. μεταθεὶς οὖν τὸ βέλτιστα καὶ ποιήσας
11. ἥκιστα τὸν λόγον ἄμεμπτον ἐργάσῃ.

Cliquer un n° de page pour en afficher l’image