Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.88, ed. Kühn, 1828, vol. 15, p. 880-882. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.88


14. Αἴγεια δὲ κρέα ὅσα τε ἐν βοείοισιν ἔνι κακὰ, ἅπαντ᾿ ἔχει
15. τήν τε ἀπεψίην· καὶ φυσωδέστερα καὶ ἐρευγματωδέστερα
16. καὶ χολέρην ποιέει. ἔστι δὲ τὰ εὐωδέστατα στερεὰ καὶ
17. ἥδιστα, ταῦτ᾿ ἄριστα δίεφθα καὶ ψυχρά· τὰ δ᾿ ἀηδέστατα
1. καὶ δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα καὶ τὰ πρόσφατα.
2. βέλτιστα δὲ ἐπὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα.

4. Κἀνταῦθα πάλιν εἶπε τὴν αἰτίαν τοῦ τῶν
5. βοείων κρεῶν εἶναι φαυλότερα τὰ αἴγεια· δύσπεπτα γὰρ
6. ὁμοίως ὄντα τὰ αἴγεια, φυσωδέστερα τῶν βοείων εἰσὶν, ἐρυγάς
7. τε πολλάκις ποιεῖ μοχθηρὰν ἐχούσας ποιότητα. δριμύτερα
8. δ᾿ ὄντα καὶ θερμότερα τῶν βοείων, εἰ ἀπεπτηθῇ καὶ
9. χολέραν ἐργάζεται· διὸ καὶ ψυχρὰ μᾶλλον ἢ θερμὰ δεῖ
10. ἐσθίειν αὐτά. βέλτιστα δ᾿ ἐστὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ
11. κάκιστα. βέλτιστα δ᾿ εἶναί φησι σφῶν αὐτῶν τὰ κρέα τῶν
12. αἰγῶν, οὐ γὰρ δὴ τῶν ἄλλων γε κρεῶν. ἐχρῆν μὲν οὖν
13. ὅσον ἐπὶ τῇ ὥρᾳ φαυλότατα διὰ τὴν κρᾶσιν εἶναι συμβαίνει
14. δὲ βελτίονα τὴν τροφὴν αὐταῖς κατὰ τὸ θέρος εἶναι
15. καθάπερ τὰ ποηφάγα τῶν ζώων μοχθηρὰ, διὰ τὸ μηκέτι
16. ἔχειν τὴν πόαν χλωράν· ταῖς δ᾿ αἰξὶν ἐπιτηδειοτάτη τροφή
17. τῶν δένδρων οἱ βλαστοὶ καὶ καυλοί ἐστιν, οὓς ἐπὶ τῇ τελευτῇ
18. τοῦ ἦρος ἔχει δαψιλεῖς κατὰ τὸ θέρος. ὅτι δὲ τροφὴ
1. πλεῖστον δύναται πρὸς τὴν τῶν κρεῶν ἐπιτηδειότητα κᾀκ
2. τῶν ἀλωπέκων ἔνεστί σοι μαθεῖν ἐν φθινοπώρῳ μάλιστα
3. καλλίστην ἐχουσῶν διὰ τὰς σταφυλὰς σάρκα· οὕτως δὲ καὶ
4. τὸ στρουθίον ἡ συκαλὶς καλλίστην ἔχει τὴν σάρκα. φθινοπώρου
5. τοίνυν αἱ αἶγες ἀποροῦσαι τροφῆς ἐπιτηδείου χειρίστην
6. καὶ ἰσχνοτάτην ἔχουσι τὴν σάρκα· κατὰ δὲ τὸν χειμῶνα
7. πάλιν ἀμείνω τὴν τοῦ σώματος ἕξιν ἴσχουσι, τὴν
8. φυσικὴν δυσκρασίαν ὑπὸ τῆς κατὰ τὴν ὥραν κράσεως
9. ἐπανορθούμεναι.

Cliquer un n° de page pour en afficher l’image