Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.89, ed. Kühn, 1828, vol. 15, p. 882-885. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.89


12. Χοίρου δὲ πονηρὰ, ὁκόταν ᾖ ἐνωμότερα καὶ περικαῆ· χολερώτερα
13. δ᾿ ἂν εἴη καὶ ἐκταρακτικά. ὕεια βέλτιστα τῶν
14. κρεῶν ἁπάντων· κράτιστα δὲ τὰ μήτ᾿ ἰσχυρῶς πίονα
15. μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήθ᾿ ἡλικίην φέροντα ἱερείου
16. παλαιοῦ. ἐσθίειν δὲ ἄνευ τῆς φορίνης ἢ καὶ ὑπόψυχρα.

1. Χοῖρον ἐξαιρέτως ὠνόμαζον οἱ παλαιοὶ τὸν μικρὸν λίαν,
2. ὥσπερ παρὰ τῷ ποιητῇ ἔστιν εὑρεῖν·

3. Ἔσθιε νῦν ὦ ξεῖνε, τὰ δὴ δμώεσσι πάρεστι
4. Χοίρε᾿, ἀτὰρ συάλους γε σύας μνηστῆρες ἔδουσιν.

5. οἱ δὴ μνηστῆρες οὐκ οἶδ᾿ ὅπως τοὺς συάλους ἤσθιον
6. (τοὺς γὰρ ὑπὲρ τοὺς τελείους οὕτως ὠνόμαζον) ἀναισθητότατοι
7. πάντων ἦσαν οἱ μνηστῆρες εἰς διάγνωσιν εὐπέπτων
8. τε ἅμα καὶ ἡδέων ἐδεσμάτων, ὥσπερ κᾀν τῷ τὰς γαστέρας
9. τῶν αἰγῶν ἐσθίειν, τὰς ἐμπλησθείσας αἵματος καὶ λίπους,
10. οὗ δυσπεπτότερον τί ἂν εὕροις ἔδεσμα; κάλλιστον δὲ κρέας
11. εἰς ἡδονὴν καὶ πέψιν ἐστὶ τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν,
12. τὸ δὲ καὶ γεννητικόν ἐστιν αἵματος χρηστοῦ· χείριστον δέ
13. ἐστι τὸ τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν
14. εὐθέως ἐσθιομένου. τοῦτο γὰρ σχεδὸν ἁπάντων ὧν ἄνθρωπος
15. ἐσθίει ζώων χερσαίων ὑγροτάτην ἔχει τὴν σάρκα καὶ
16. διὰ τοῦτο ὑπερβαλλόντως ὑγρὰ ἡ σὰρξ τῶν ἀρτιγενῶν οὖσα
17. φλέγμα γεννᾷ πλεῖστον· ἐὰν δὲ καὶ ἐνωμοτέρα τύχῃ,
1. πολὺ μᾶλλον. τῷ δ᾿ αὐτῷ τούτῳ λόγῳ καὶ τὴν τῶν ὑῶν
2. λιπαρωτάτην οὖσαν σάρκα χείρονα νομίζει τῆς τῶν μέσων
3. εὐσάρκων, ὑποπτεύων αὐτῆς τὴν ὑγρότητα, δι᾿ ἣν καὶ πᾶσα
4. πιμελὴ τῆς ὁμογενοῦς σαρκὸς χείρων ἐστὶν, εἰς πέψιν τε
5. καὶ θρέψιν. καὶ τὰ περικεκαυμένα δὲ κατὰ τὴν ὄπτησιν
6. ἀνεπιτήδεια πρὸς εὐχυμίαν τε καὶ πέψιν ἐστὶ καὶ χολέρας
7. ποιητικὰ, διὰ τὴν προσελθοῦσαν αὐτοῖς δριμύτητα· κοινὴ
8. γὰρ αὕτη κακία τῶν χολερωδῶν ἐδεσμάτων ἐστὶν, ὅταν ὑγρά
9. τε εἴη καὶ δριμέα. διαφθείρεται γὰρ ὁμοίως τὰ τοιαῦτα
10. καὶ τῇ δριμύτητι τὰ στόματα τῶν καθηκόντων εἰς τὴν κοιλίαν
11. ἀγγείων ἀναδάκνοντα, τῶν ἐξ ὅλου τοῦ σώματος εἰς
12. αὐτὴν ῥευμάτων αἴτια γίνεται. τὸ δ᾿ ἄνευ τῆς φορίνης
13. δεῖν ἐσθίειν τὰ χοίρεια, τουτέστιν ἄνευ τοῦ δέρματος, πρόδηλον·
14. οὐ γὰρ ὁμοίως τῇ σαρκὶ τοῦ ζώου τὸ δέρμα πέττεσθαι
15. πέφυκεν, ὡς ἂν ψυχρότερον ὑπάρχον. ὑπόψυχρα δὲ
16. καὶ ταῦτα ἀξιῶν ἐσθίειν δῆλός ἐστι τὰ θερμὰ πάντα εὐλαβούμενος
17. κρέα. νομίζων ἴσως αὐτὰ καυσωδέστερα καὶ φυσωδέστερα
1. τῶν ὑποψύχρων εἶναι. ἐγὼ δ᾿ ἐπὶ μὲν τῶν αἰγείων
2. κρεῶν, ὅσα τε ἄλλα φύσει θερμὰ, προσίεμαι τὸν λόγον·
3. ἐπὶ δὲ τῶν εὐκράτων κατὰ θερμότητα καὶ ψύξιν, οἷα
4. τῶν ὑῶν ἐστιν, ἁπλῶς οὕτως λεγόμενον ἀδιορίστως, οὐ
5. προσίεμαι· διορισαμένῳ γὰρ ἐπιτηδειότερα γένοιτο τὰ θερμὰ
6. τῶν ψυχρῶν.

Cliquer un n° de page pour en afficher l’image