2. Ῥόφημα δὲ ἔστ᾿ ἂν ἔξω τῶν κρίσεων γένηται, μὴ δίδου.
4. Ὡς προσυπακουσθησομένου τοῦ τὴν δύναμιν ἐῤῥῶσθαι,
5. τὸν λόγον ἄκουε· ποιεῖται γὰρ οὕτω τὴν διδασκαλίαν καὶ
6. αὐτὸς ὁ Ἱπποκράτης, ὡς τὰ πολλὰ τὰ καθ᾿ ἕκαστον σκοπὸν
7. ὑπαγορευόμενα γράφων, εἶθ᾿ οὕτως ἅπαξ εἰπὼν ἀλλήλοις
8. χρῆναι παραβάλλειν τὰ δεδειγμένα, τὰς δυνάμεις αὐτῶν
9. ἐπισκοπούμενον. ὅτι δὲ οὐ προσήκει διδόναι ῥόφημα
10. πρὸ τῆς κρίσεως, ἐὰν ἡ δύναμις ἐξαρκῇ, κατὰ τὸ πρῶτον
11. μέρος τοῦ βιβλίου δεδήλωται τὸ γνήσιον.