9. Χολέρης δὲ ξηρῆς ἡ γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισι καὶ
10. ὀδύνη πλευρέων καὶ ὀσφύος· διαχωρέει δὲ οὐδὲν κάτω,
11. ἀλλ᾿ ἀπεστέγνωται.
13. Τὴν ἁπλῶς ὀνομαζομένην ὑπὸ τῶν ἀνθρώπων χολέραν
14. ὑγρότητι διορίζει τῆς ξηρᾶς· ὀνόματι δὲ κοινῷ κατ᾿ ἄμφω
15. κέχρηται, πρὸς τὸν τῆς γενέσεως τρόπον ἀποβλέπων ὄντα
16. κοινόν. ὡς γὰρ ὑγρὴ χολέρα γίνεται δριμέων χυμῶν ἐκ τῆς
17. διαφθορᾶς τῶν ἐδηδεσμένων γεννηθέντων, οὕτως ἡ ξηρὰ
18. πνεύματος φυσώδους δριμέος· διὸ καὶ τὰ πλησιάζοντα τῇ
1. γαστρὶ νευρώδη σώματα δακνόμενά τε καὶ τεινόμενα πόνον
2. ποιοῦσι. δυναμένων δὲ τῶν πνευμάτων τούτων ποτὲ μὲν
3. ἴσχεσθαι, ποτὲ δὲ διεξιέναι, διὰ τὰ ἰσχόμενα πνεύματα τὴν
4. ξηρὰν χολέραν ἐπιγεννᾶσθαι, οὐκ ἔχω φάναι· πιθανώτερον
5. γὰρ ἦν οὕτως ὀνομάσαι τὰ διεξερχόμενα.