8. Τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλὰ κοιλίη
9. ὑπελεύσηται. κλύσον οὖν ὅτι τάχος θερμῷ καὶ ὡς λιπαρωτάτῳ
10. καὶ ἐς ὕδωρ ἀλείφων ὡς πλεῖστον κάθιζε θερμὸν,
11. ἐν σκάφῃ κατακλίνων καὶ τοῦ θερμοῦ κατὰ μικρὸν
12. παράχεε· καὶ ἢν θερμαινομένῳ αὐτέῳ ἡ κοιλίη ὑπίῃ, λέλυται.
13. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε·
14. καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον·
15. καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ ἡ κοιλίη ὑπίῃ καὶ λέλυται·
16. σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. ἢν δὲ
17. μὴ ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως καθαρθῇ.
1. Τὸ μὲν ὅτι τάχιστα κλύζειν καὶ κωλύειν ἐμεῖν, κοινὰ
2. παραγγέλματα πάντων τῶν ἐν κοιλίᾳ περιεχομένων παρὰ
3. φύσιν, ἃ σπουδάζομεν ἐκκριθῆναι κάτω· κατὰ δὲ τὸν αὐτὸν
4. τρόπον καὶ τὸ θερμῷ κλύζειν κλύσματι, προκλητικὸν γὰρ
5. τὸ θερμὸν, ὥσπερ ἀποκρουστικὸν τὸ ψυχρόν· τὸ δὲ λιπαρὸν
6. εἶναι τὸ κλύσμα τῆς ξηρᾶς ἴδιον ἴαμα, διότι καὶ τὴν δύναμιν
7. ἐναντίον ἐστὶν, ὑγραῖνον τὴν ξηρότητα, παρηγοροῦν
8. τε τὴν δῆξιν. τῶν αὐτῶν ἔχεται σκοπῶν καὶ τὸ δι᾿ ὕδατος
9. καὶ δι᾿ ἐλαίου θερμαίνειν τε καὶ παρηγορεῖν, ἐν τῇ σκάφῃ
10. πυριῶντα. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε. ἄδηλον
11. πότερον ἐν τῇ σκάφῃ πυριώμενον αὐτὸν ἢ καὶ χωρὶς ἐκείνης
12. κοιμᾶσθαι κελεύει· αὐτὸ δὲ καθ᾿ ἑαυτὸ σκοπουμένῳ
13. πρόδηλον, ὅτι πᾶσι τοῖς ἐξ ἀπεψίας ὠφελιμώτατόν ἐστιν.
14. καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον. οἶνον
15. μὲν ὡς τῇ πέψει συντελοῦντα δίδωσι· λεπτὸν δὲ ὡς μὴ
16. μένοι κατὰ τὴν γαστέρα· παλαιὸν δὲ καὶ ἀκρατέστερον ἕνεκα
17. τοῦ θερμαίνειν μᾶλλον· ἅπας γὰρ οἶνος θερμαίνει τὴν ἕξιν,
18. μᾶλλον δὲ ὁ παλαιός. καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ
1. ἡ κοιλίη ὑπίῃ καὶ λέλυται. τῶν δριμέων δὲ πραϋντικὸν τὸ
2. ἔλαιον καὶ τῆς ξηρότητος ἐπανορθωτικὸν, ὑπάγει δὲ μετρίως
3. τὴν κοιλίην· ὧν ἁπάντων δεῖ τῷ θεραπευομένῳ. σιτίων
4. δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. οἷς ἔνδεια μὲν οὐδεμία
5. ἐστὶ κατὰ τὸ σῶμα, οὐδὲ χρεία προσθέσεως, ἄπεπτα δὲ τινα
6. περιέχεται πέψεως δεόμενα, τούτοις ἡσυχίας μέν ἐστι χρεία,
7. σιτίων δὲ οὒ, πρὶν πεφθῆναι μετρίως τὰ περιεχόμενα. ἢν
8. δὲ μὴν ἀνῇ ὁ πόνος, ὄνου γάλα δίδου πίνειν ἕως καθαρθῇ.
9. εἰ δὲ τὸ προειρημένον ποιοῦντός σου ὁ πόνος μὴ λύοι,
10. πλείων ἐστὶν ἡ δριμύτης τοῦ λυποῦντος αἰτίου καὶ διὰ
11. τοῦτο καθᾶραι προσήκει τὸ σῶμα. ὄνου δὲ χρῆσθαι γάλακτι
12. προστάττει, τῶν μὲν καθαιρόντων ἁπάντων φαρμάκων
13. ὄντι πραϋτέρῳ καὶ ἀπρακτοτέρῳ· τοῦτο δὲ τῶν ἄλλων
14. γαλάκτων ὑγρότερόν τ᾿ ἐστὶ καὶ ὑπακτικώτερον.