17. Ἢν δὲ ὑγρὴ ἡ κοιλίη ᾖ καὶ χολὴ ὑποχωρέῃ καὶ στρόφοι
1. καὶ ἔμετοι καὶ πνιγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν,
2. πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν.
4. Ἄδηλον εἴτε περὶ τῆς ξηρᾶς χολέρας ἔτι καὶ νῦν ἐστιν
5. ὁ λόγος ἢ τούτων ἀκούειν χρὴ καθ᾿ ἑαυτά· ὁποτέρως δ᾿ ἂν
6. ἔχῃ, φαίνεται δὴ χολὴ δριμεῖα δυσεκνιπτοτέρα περιέχεσθαι
7. κατὰ τὴν γαστέρα· ταύτην δὲ ὑπάγειν πειρᾶται μετρίως,
8. ἅμα τῷ συμπέττειν τὰ περιεχόμενα κατ᾿ αὐτήν· ὑπαχθήσεται
9. μὲν οὖν μετρίως τῷ μελικράτῳ, πεφθήσεται δὲ τῇ
10. ἡσυχίῃ. πολλάκις δὲ ἐπὶ τῶν τοιούτων διαθέσεων ἀγωνιστικῶς
11. βοηθῶν ἀθρόως ἐκκαθαίρει τὴν κακοχυμίαν ἰσχυρῷ φαρμάκῳ,
12. προσεπισκεψάμενος τὴν δύναμιν καὶ τὴν ἕξιν τοῦ
13. νοσοῦντος καὶ τὴν ὥραν καὶ τὴν ἡλικίαν καὶ τὴν κατάστασιν.
14. τὸ δ᾿ ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον, πίνειν δὲ μελίκρητον
15. καὶ ἐξεμέειν, ὡς βουλομένου τοῦ συγγραφέως ἐκκαθᾶραι τὴν
16. ἄνω κοιλίαν εἴρηται ἀμείνων δὲ ἡ ἑτέρα γραφὴ ἡ μετὰ τοῦ
17. μή. ῥυπτικὸν γὰρ ὂν τὸ μελίκρατον ἐπὶ τὴν κατὰ φύσιν
1. ὁδὸν προτρέπεται τὰ διεφθαρμένα χωρὶς τοῦ βλαβῆναι καὶ
2. κινδυνεῦσαι τὸ στόμα τῆς κοιλίας κατὰ τοὺς ἐμέτους.