Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.93, ed. Kühn, 1828, vol. 15, p. 890-894. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.93


5. Ὑδρώπων δύο φύσιες, ὧν ὁ μὲν ὑποσαρκίδιος ἐγχειρέων
6. γίνεσθαι ἄφυκτος, ὁ δὲ μετ᾿ ἐμφυσημάτων, πολλῆς εὐτυχίης
7. δεόμενος, μάλιστα δὲ ὑπὸ ταλαιπωρίης καὶ πυρίης
8. καὶ ἐγκρατείης· ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω, οὕτω γὰρ
9. ἂν οὐρητικώτατος εἴη καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος
10. εἴη καὶ ἡ ὥρη θερινὴ ἐοῦσα τύχῃ καὶ ἡ ἡλικίη
11. ἀκμάζῃ καὶ ῥώμη ᾖ, ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν,
12. εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων
13. ἐσθιέτω καὶ ὡς ἐλάχιστα πίνων ὡς πλεῖστα πονεέτω
14. καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ,
15. ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ.

1. Τινὲς οὐχ ὑποσαρκίδιον, ἀλλ᾿ ἐπισαρκίδιον γράφουσιν,
2. οὐ μὴν ἀνὰ σάρκα τε καὶ κατὰ σάρκα γεγραμμένον εὗρόν
3. που, καίτοι καὶ τῶν νεωτέρων οὕτως ὀνομαζόντων· εἰπόντος
4. δ᾿ αὐτοῦ δύο φύσιας εἶναι ὑδρώπων καὶ περὶ μὲν τοῦ δευτέρου
5. τὰ ἐμφυσήματα γράψαντος, ἄλλο δ᾿ οὐδὲν σύμπτωμα
6. προσθέντος, ἐπὶ δὲ τοῦ προτέρου οὐδὲν παντάπασιν εἰπόντος,
7. δῆλόν ἐστιν ὅτι κατά τι συγκέχυται καὶ σφάλλεται
8. κατὰ τὴν τῶν ὑδέρων διαφοράν. ἔνιοι μὲν οὖν τῶν ἰατρῶν
9. τέτταρας λέγουσιν εἶναι διαφορὰς τῶν ὑδέρων, ὑπερβαίνοντες
10. τὸ προσῆκον, ἀλλ᾿ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτούς· ὁ δὲ
11. ταῦτα γράψας ἐλλείπει φανερῶς. ἔστι γὰρ τῶν ὑδέρων ὁ
12. μέν τις ὑγροῦ λεπτοῦ κατὰ τὴν σύστασιν ἀθροίζων πλῆθος
13. ἐν τῷ κάτω τοῦ θώρακος χωρίῳ παντὶ, ὃ παρακεντοῦντες
14. ἐνίοτε τὸ ὑγρὸν ἐκκενοῦμεν· ἄλλος δ᾿ οὐχ ὕδατος, ἀλλὰ
15. πνεύματος ἔχει τὸ χωρίον τοῦτο μεστὸν καὶ σχεδὸν τὰ ἄνω
16. πάντα διοιδισκόμενα, τοῦτον τυμπανίαν προσαγορεύουσιν·
17. ὁ δὲ τις φλέγματος ἔχει τὴν ὅλην ἕξιν μεστὴν, τοῦτον ὑποσαρκίδιον
18. ἔνιοι προσαγορεύουσιν. ὥστε ἐλλιπῶς εἶπε τῶν
1. ὑδέρων εἶναι δύο φύσεις· οὐ μὴν οὐδ᾿ ὀρθῶς εἶπε, τὸ ἐγχειρέων
2. γίγνεσθαι, ἀληθέστερον γὰρ ἂν εἶπεν, οὕτω γράψας·
3. ἀποκτείνει δ᾿ εὐθὺς ὁ ὕδερος, ἐπὴν γένηται· γέγραπται δ᾿ ἡ
4. λέξις οὕτω, κακῶς γεγραμμένη παρὰ τοῦ πρῶτον γράψαντος.
5. τοῦ γε μὴν ἑτέρου τῶν ὑδρώπων, ὃν μετ᾿ ἐμφυσημάτων
6. φησὶ γίγνεσθαι, θεραπείαν γράφει, τὸ μέν τι κοινὸν ἔχουσαν
7. πάντων ὑδέρων, ὡς κατὰ τὴν ἀρχὴν ἔγραψε ταλαιπωρίαν
8. καὶ πυρίαν καὶ ἐγκράτειαν, συμβουλεύων ἐσθίειν θερμὰ
9. καὶ ξηρά· τὸ δέ τι μόνου τοῦ ἀνὰ σάρκα, ὃν ὡς ἀθεράπευτον
10. ἀπέλιπεν· οὗτος γὰρ μόνος ἀρχόμενος, ἐνίοτε δεῖται
11. φλεβοτομίας, ὅταν γ᾿ ἐξ αἱμοῤῥοΐδος ἐπισχέσεως ἢ καταμηνίων
12. ταῖς γυναιξὶν ἤ τινος οὕτω πληθωρικῆς αἰτίας ἀρξάμενος
13. συνίσταται· τὸν δὲ τυμπανίαν ἢ τὸν ἀσκίτην ὕδερον,
14. οὐδεὶς ἐτόλμησε διὰ φλεβοτομίας ἰάσασθαι· ἐπὶ γοῦν
15. τοῦ δεομένου τῆς φλεβοτομίας ἡ ἐφεξῆς θεραπεία θερμαίνουσα
16. καὶ ξηραίνουσα γίγνοιτ᾿ ἄν. ταῦτα μὲν οὖν γράψας
17. τοῦ προσήκοντος ἐστοχάσθαι φαίνεται καὶ ὁ ταῦτα γράψας·
1. οὐ μὴν ὀρθῶς γε εἶπεν, ἢν δὲ δύσπνοος ᾖ ὁ κάμνων, φλεβοτομίας
2. χρῄζει, μὴ διὰ πληθώραν ὄντως ἰσχυρὰν εἰς τὸν
3. ὕδερον ἐμπίπτων, κινδυνευούσης δηλονότι σβεσθῆναι τῆς ἐμφύτου
4. θερμασίας ὥσπερ τὸ πῦρ. ὡς γὰρ τὸ πῦρ κινδυνεύει
5. σβεσθῆναι, ἐπιβληθέντων αὐτῷ ξύλων ὑγρῶν πολλῶν, εἰ μή
6. τις τοῦ πλήθους ὑφέλοιτο, οὕτω καὶ ἐπὶ τοῦ διὰ πλῆθος
7. αἵματος ψυχροτέρου σβεσθῆναι κινδυνεύοντος ἐμφύτου θερμοῦ
8. μέγιστόν ἐστιν ἴαμα ἡ φλεβοτομία, καθ᾿ ἣν ὥραν ὁ
9. κίνδυνος οὕτως καταλάβῃ. κακῶς οὖν πρόσκειται τῷ λόγῳ
10. καὶ ὥρα θερινὴ ἐοῦσα. τοῦ μὲν γὰρ πλέον ἢ ἔλασσον ἀφελεῖν,
11. ἄλλα τέ τινα εἴρητ᾿ ἂν ὥσπερ καὶ ἡ ὥρα σκοπὸς, αὐτοῦ
12. δὲ τοῦ βοηθήματος ἡ τοῦ πάθους φύσις σκοπός ἐστιν.
13. ἔνιοι δὲ ὥσπερ καὶ Διοσκορίδης οὐ θερινὴν ὥραν, ἀλλ᾿
14. ἐαρινὴν ἔγραψαν, ὑποπτεύοντες τῆς μὲν θερινῆς τὴν διάλυσιν
15. τῆς δυνάμεως, τῆς δὲ χειμερινῆς τὴν προσγενησομένην
16. τῷ πάθει ψύξιν. ἰδιωτικῶς δὲ καὶ ἀρχαίως πάνυ θερμοὺς
17. ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου δίδωσιν ἐσθίειν τῷ φλεβοτομηθέντι,
18. σκοπὸν μὲν ἔχων ἀληθῆ ῥωννύναι τὴν δύναμιν,
1. ὅπως ἐξαρκέσῃ ταῖς κατὰ τὰ γυμνάσια ταλαιπωρίαις,
2. οὐχ εὑρὼν δὲ τὴν ὕλην ἀξίαν τοῦ σκοποῦ. μέλας γὰρ οἶνος
3. πλεῖστον αἷμα γεννᾷ, τοσοῦτον δὲ ὡς περιττὸν καὶ μελαγχολικὸν
4. γενέσθαι ἐκείνῳ· βέλτιον δ᾿ ἐστὶ κιῤῥὸν οἶνον διδόναι,
5. λεπτὸν μὲν τὴν σύστασιν, ὅπως καὶ τὴν οὔρησιν κινῇ, τὴν
6. δ᾿ ἡλικίαν μὴ νέον, ὥσπερ οὖν καὶ τὰ πολλὰ συμβαίνει·
7. τῶν νέων γὰρ οἴνων οὐδεὶς ἔσται κιῤῥὸς, ἀλλ᾿ ἤτοι λευκὸς
8. ἢ ἐρυθρὸς ἢ μέλας, παλαιούμενοι δὲ κιῤῥοί τε γίνονται καὶ
9. ξανθοί. τό γε μὴν ὡς ἐλάχιστον πίνοντα πλεῖστον πονεῖν
10. ὀρθότατα εἴρηται· ξηραίνει γὰρ ἡ τοιαύτη δίαιτα καὶ θερμαίνει.
11. τὰ δ᾿ ὕεια κρέα καθ᾿ ὃν εἴρηται τρόπον ἐσθιόμενα,
12. ἀκμάζουσι καὶ ἰσχυροῖς οὐ κακῶς ἂν δοθείη· τῶν δ᾿ ἄλλων
13. οὐδεὶς ἂν δύναιτο πέψαι καλῶς αὐτὰ, ἤδη κινδυνεύων σβεσθῆναι
14. τὴν ἔμφυτον θερμασίαν· ἄμεινον οὖν ὅσα καλῶς
15. πέψουσι, διδόναι τοῖς ἔχουσιν οὕτως.

Cliquer un n° de page pour en afficher l’image