Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.94, ed. Kühn, 1828, vol. 15, p. 895-897. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.94


2. Ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι καὶ δριμέα τὰ ὑποχωρήματα
3. καὶ ἀνώμαλα διέρχεται ὑπὸ συντήξεως αὐτέοισιν·
4. ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ τῷ λευκῷ ἀντισπάσαι·
5. ἢν δὲ μὴ, ὁ χυλὸς τῶν σιτανείων πυρῶν παχὺς,
6. ψυχρὸς καὶ τὸ φάκινον ἔτνος καὶ ἄρτοι ἐγκρυφίαι καὶ
7. ἰχθύες, πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δ᾿ ἐόντι ὀπτοί·
8. καὶ οἶνος μέλας ἀπυρέτῳ. ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων
9. ἢ μύρτων ἢ μήλων ἢ οὔων ἢ φοινικοβαλάνων ἢ οἰνάνθης
10. ἀμπέλων.

12. Κυριώτερον ἂν εἰρήκει, τὰ διαχωρήματα τούτοις
13. ὑπὸ συγκαύσεως, οὐχ ὑπὸ συντήξεως διέρχεσθαι· σύντηξις
14. μὲν γὰρ ἐν αὐτῷ γίνεται διὰ πυρετὸν κακοήθη
15. τηκομένης τῆς πιμελῆς ἢ καὶ σαρκὸς τῆς ἁπαλῆς·
16. σύγκαυσις δὲ ἐν τῇ γαστρὶ τῶν ἐδηδεσμένων, ὑπὸ θερμασίας
17. δριμείας, δι᾿ ἣν καὶ πυρέττειν συμβαίνει. τούτῳ οὖν ἐλλέβορον
18. διδόναι κελεύει λευκὸν, ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ
1. ἀντισπάσαι ῥήματος, ἐπειδὴ διὰ τῆς ἄνω γαστρός. ἢν δὲ
2. μὴ δύναιτο δι᾿ ἡντιναοῦν αἰτίαν ἐλλέβορον λαμβάνειν δριμύτητος
3. ἐπικρατούσης ὁ ἄνθρωπος, ἐδέσματα κελεύει διδόναι
4. καὶ πόματα στύφοντα καὶ ψύχοντα· προστίθησι δὲ τοῖς
5. ἐδέσμασι καὶ τὰ ξηραίνειν δυνάμενα, καθάπερ τοὺς ἐγκρυφίας
6. ἄρτους καὶ τοὺς ὀπτοὺς ἰχθύς. τούτων οὕτως εὐλόγως
7. εἰρημένων ἐπισκεπτέον τίνα λέγει τὴν ἄνω κοιλίαν·
8. ἐνίοτε μὲν γὰρ οἱ παλαιοὶ τὸν θώρακα τὴν ἄνω κοιλίαν ὀνομάζοντες,
9. τὸ μετὰ τὸ διάφραγμα πᾶν τῆς τροφῆς ἀγγεῖον
10. κάτω κοιλίαν προσαγορεύουσιν· ἐνίοτε δ᾿ ἄνω κοιλίαν ὀνομάζοντες,
11. εἰς ἣν καταπίνομεν τὰ σιτία, ποτὲ μὲν τὰ μετ᾿
12. αὐτὴν ἅπαντα, κοιλίαν μὲν οὖν καλοῦσι κάτω, ἐνίοτε δὲ μόνα
13. τὰ παχέα τῶν ἐντέρων· εἰσὶ δ᾿ οἳ τὸ κῶλον μόνον ὀνομάζουσι
14. τὴν κάτω κοιλίαν. ἴσως μὲν οὖν ἂν ἐζητήσαμεν, τί
15. τῶν εἰρημένων μορίων ἢ τίνα, πιθανώτερον καὶ νῦν ἀκοῦσαι
16. ἐλπίζομεν, εἰ μέγα τι κερδαίνειν ἐμέλλομεν· ἐπεὶ δ᾿ ἡ
17. τῶν τοιούτων εὕρεσις οὐδὲν μὲν ἡμᾶς διδάσκει πλέον ὧν
1. ἴσμεν τε καὶ κρίνομεν αὐτοὶ περὶ τοῦ τίνα μὲν ὀρθῶς εἴρηται,
2. τίνα δ᾿ οὒ, περιεργίαν δὲ ἔχει μᾶλλον γνώσεως ἤπερ
3. ὠφέλειαν, ἄμεινον ἀπολιπεῖν διὰ ταχέων καὶ μάλιστα ὅπου
4. μηδὲ γνήσιον αὐτοῦ ἐστι τὸ σύγγραμμα.

Cliquer un n° de page pour en afficher l’image