Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.95, ed. Kühn, 1828, vol. 15, p. 897-898. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.95


7. Ἢν δὲ πυρετὸς μὴ ἔχῃ καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν
8. ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον καὶ
9. λινόσπερμον καὶ πύρινα ἄλφιτα καὶ τῶν Αἰγυπτίων κυάμων
10. ἐξελὼν τὰ πικρὰ, καταλεπίσας, ἐπιπάσσων πινέτω·
11. ἢ ὠὰ ἡμιπάγεα ἐσθιέτω ὀπτὰ καὶ σεμίδαλιν καὶ κέγχρον
12. καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν· καὶ
13. τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω.

15. Οἱ μὲν πλεῖστοι τῶν ἐξηγουμένων βέλτιον τοῖς προειρημένοις
16. συντάττουσι ταῦτα, περὶ τῶν θερμὴν ἐχόντων τὴν
17. κάτω κοιλίην ἡγούμενοι καὶ νῦν ἔτι γίγνεσθαι τὸν λόγον·
1. ὀλίγοι δέ τινες ἀποχωρίσαντες ἰδίᾳ ταῦτα ἐξηγοῦνται· σκοπὸς
2. δέ ἐστιν αὐτοῖς τὸ μέν τι καθᾶραι τῆς κακοχυμίας, τὸ
3. δ᾿ ἐπικεράσαι, τὸ δ᾿ ἐπιξηρᾶναι, τὸ δ᾿ ἐμψῦξαι. τὸ μὲν οὖν
4. γάλα τὸ ὄνειον καθαίρειν δύναται καὶ ἐπικεραννύναι, τὸ
5. δὲ τοῦ λίνου σπέρμα ξηραίνειν τε καὶ ψύχειν· τὰ δ᾿ ἐκ τῶν
6. πυρῶν ἄλφιτα τὸ ἐπικεραστικὸν ἔχει· καλῶς δ᾿ αὐτοῖς ἀναμέμικται
7. καὶ τὰ κρίθινα, ξηραίνοντά τε καὶ ψύχοντα. οἱ
8. δὲ Αἰγύπτιοι κύαμοι μετρίως ψῦξαι δύνανται· τὰ δὲ ὠὰ
9. καὶ ἡ σεμίδαλις καὶ ὁ χόνδρος παχύχυμα καὶ εὔχυμα καὶ
10. ἐπικρατητικά· καὶ ξηραίνει δὲ ἱκανῶς ὡς ἐν ἐδέσμασιν ἡ
11. κέγχρος, ὥσπερ γε καὶ ψύχει. ταῦτα δὲ πάντα δίδωσι
12. ψυχρὰ, διὰ τὴν δριμύτητα καὶ θερμότητα τῶν τὸ πάθος
13. ἐργαζομένων χυμῶν.

Cliquer un n° de page pour en afficher l’image