16. Τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρεῖν καὶ
17. φυλάσσειν, ὥσπερ ἐν τοῖς ὀξέσι καὶ ἐν τοῖσι μακροῖσιν
18. ἀῤῥωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς
1. ἀνέσιας, ὥστε τοὺς καιροὺς διαφυλάττειν, ὁκότε μὴ δεῖ τὰ
2. σιτία προσενεγκεῖν καὶ ἀσφαλέως, ὁκότε δέῃ προσενεγκεῖν
3. εἰδέναι· ἔτι δὲ| ὁκότε πλεῖστον ἀπέχωσι τῆς
4. ἐπιτάσεως.
6. Τῆς διαιτητικῆς τέχνης μέγιστον εἶναί φησι τὸ τὸν
7. κατὰ μέρος καιρὸν γνῶναι τῆς τροφῆς· αὐτὸς οὖν ἕνα σκοπόν
8. φησι πλεῖστον ἀπέχειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τὴν
9. τροφὴν δεῖ διδόναι τῆς ἐπιτάσεως· εἴη δ᾿ ἂν ἐπίτασιν λέγων
10. τὴν ἀρχὴν τοῦ παροξυσμοῦ. τοῦτο δ᾿ οὐ μόνον ἐπὶ
11. τῶν χρονιζόντων, ἀλλὰ καὶ τῶν ὀξέων ἀληθὲς εἶναι δοκεῖ·
12. διὰ τί οὖν προσέθηκε τοῖς μακροῖς ἀῤῥωστήμασιν; ὅτι μᾶλλον
13. ἐπὶ τούτων ἐναργὴς ὁ σκοπὸς ἢ τάχα καὶ μόνον. ἐπὶ
14. γὰρ τῶν ὀξέων αὔταρκες ἦν γνώρισμα καιροῦ τροφῆς καταλαβεῖν
15. τὴν θέρμην εἰς τοὺς πόδας, οὐ μὴν ἐπὶ τῶν χρονίων
16. γε θρεπτέον οὕτως, ἀλλὰ περιμένειν προσήκει τὰ βέλτιστα
17. τῆς ἀνέσεως· κατὰ γὰρ τὰς ὀξείας νόσους ἀναμένειν
18. οὐκ ἐγχωρεῖ, φόβῳ τῆς μελλούσης διὰ ταχέων ἐπιτάσεως
19. ἔσεσθαι. ἔνιοι δὲ τὴν λέξιν γράφουσιν οὕτω· τῆς διαιτητικῆς
1. ἐστι μέγιστον τὸ παρατηρεῖν καὶ παραφυλάσσειν ὥσπερ
2. ἐν τοῖς ὀξέσιν, οὕτω καὶ ἐν τοῖς χρονίοις, τὸ ἐπίστασθαι
3. ὁπηνίκα χρὴ τρέφειν. ἔνιοι δὲ τὴν τελευτὴν ταύτης τῆς
4. ῥήσεως οὕτω γράφουσιν· ἔτι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς
5. ἐπιτάσεως εἰδέναι· ὡς πρὸς τοῖς ἄλλοις οἷς ἐκέλευσεν ἡμᾶς
6. ἐπισκέψασθαι περὶ τὸν ἄῤῥωστον καὶ τοῦτο συμβουλεύοντος
7. αὐτοῦ. φαίνεται δὲ, εἰ αὐτό τις ἐξετάζει τοῦτο, μὴ συνάπτων
8. τῇ κατὰ μέρος εὑρέσει τοῦ καιροῦ τῆς τροφῆς ἄκαιρον
9. τὸ περὶ τῆς τροφῆς παράγγελμα καὶ οὐδενὸς ἄξιον.