Galenus. In Hippocratis De victu acutorum commentaria (In Hipp. De victu acut. comm.) [n° 093 Fichtner] [GalLat]

Εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήματα
Commentaire au Régime des maladies aiguës d’Hippocrate
Commentary on Hippocrates’ ‘Regimen in Acute Diseases’ (HVA)
Helmreich, 1914; Pietrobelli, 2019.
Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 1828, vol. 15, p. 418-919. urn:cts:greekLit:tlg0057.tlg087.verbatim-lat1
Pietrobelli, 2019 (fra).

Hippocratis De acutorum morborum victu liber et Galeni commentarius, 4.97, ed. Kühn, 1828, vol. 15, p. 900-907. urn:cts:greekLit:tlg0057.tlg087.1st1K-grc1:4.97


12. Εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων ἢ δρόμων ἢ
13. πορειῶν ἢ κυνηγεσιῶν ἢ ἄλλου τινὸς πόνου ἀκαίρου ἢ
14. ἐξ ἀφροδισίων· τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας,
15. τοὺς λειφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ
16. βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας καὶ φλεβῶν ἀπολήψιας,
17. ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον
18. καὶ τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας
1. καὶ οἷς ἦχοι τῶν οὐάτων ἐμπίπτουσι καὶ τὰς οὐρήθρας
2. ἀκρατῶς διακειμένους, τοὺς ἰκτερώδεας καὶ ὧν αἱ κοιλίαι
3. ὠμὰ ἐκβάλλουσιν, αἱμοῤῥαγέοντας ἐκ ῥινῶν ἢ καθ᾿
4. ἕδρην σφοδρῶς ἢ ἐν ἐμφυσήμασιν ἐόντας, ἢν πόνος αὐτοῖς
5. ἐπιτρέχει σφοδρὸς καὶ μὴ ἐπικρατέωσι· τῶν τοιούτων
6. μηδένα φαρμακεύειν· κίνδυνόν τε γὰρ ἕξεις καὶ οὐδὲν
7. ὀνήσεις, τάς τε ἀπὸ ταυτομάτου ἀπαλλάξιας καὶ κρίσιας
8. ἀφαιρήσεις.

10. Ὅτι μὲν ἀτάκτως καὶ τρόπον ὑπομνήσεως
11. παρασκευῆς ἅπαντα τὰ κατὰ τὸ βιβλίον τοῦτο γέγραπται
12. πρόδηλον οἶμαι παντί· πολλὰ δ᾿ οὖν, ὡς ἔφην, ἐν αὐτῷ καλῶς
13. εἴρηται, δι᾿ ἃ καὶ τοῖς εἰρημένοις οὐκ ὀρθῶς ἐπείσθησαν
14. ἔνιοι καὶ μᾶλλον ὅσοι συνῄδεσαν ἑαυτοῖς, ὡς οὐκ ἔχουσιν
15. ἐπιστήμην κριτικὴν τῶν γεγραμμένων. τὰ δ᾿ οὖν ἐν
16. τῇδε τῇ ῥήσει λεγόμενα κατάλογον ἔχει τῶν ἀνεπιτηδείων
17. φαρμακεύεσθαι· τὸ καθαίρεσθαι δὲ τῷ φαρμακεύεσθαι συμβαίνει
18. ἐς ταὐτὸν, ὥσπερ γε καὶ φαρμακεύειν ἐν τῷ καθαίρειν.
1. ἴδωμεν οὖν τίνας ἀπ᾿ ἀρχῆς ἀπαγορεύει καθαίρειν·
2. τοὺς κεφαλαλγικούς φησιν ἐκ γυμνασίων ἢ ἄλλου τινὸς πόνου
3. ἀκαίρου· συντόμως οὖν ἀκούσας τοὺς ἐξ ἀκαίρων πόνων
4. κεφαλαλγικοὺς γενομένους μὴ κάθαιρε· ἄκαιροι πόνοι πάντως
5. εἰσὶν οὓς ἡ παροῦσα κατ᾿ ἐκεῖνον τὸν χρόνον διάθεσις
6. τοῦ σώματος οὐ δύναται φέρειν. ἀναμνήσω δέ σε νῦν εἰς
7. πολλὰ χρησίμου πράγματος, οὗ διὰ παντὸς ἀξιῶ μεμνῆσθαι·
8. τοῦ σώματος ἡμῶν παρασκευῆς μετέχοντος, ἐγγὺς τοῦ συμπληρωθῆναι,
9. τῶν ἔξωθέν τι προσιὸν ἐξήλεγξε τὴν διάθεσιν
10. αὐτοῦ, πυρετὸν ἀνάψαν ἢ κεφαλαλγίαν ἢ κατάῤῥουν ἢ βῆχα
11. κινῆσαν, ἤ τι τοιοῦτον ἄλλο· κᾄπειτα ἐκ τούτου κατὰ
12. τὸ συνεχὲς ἐπὶ τὴν παρασκευὴν τῆς νοσώδους διαθέσεως
13. ἀσθενοῦσιν ἐπικινδύνως, οὔτε δρόμου τὴν νόσον γεννήσαντος
14. ἢ ὅλως τῆς ἰσχυρᾶς κινήσεως, ὥσπερ οὐδὲ τῆς ἀκρασίας ἢ
15. τῆς ψύξεως ἤ τινος ἄλλου τῶν τοιούτων. οὐδὲν γὰρ αὐτῶν
16. ἱκανόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν ἀσθένειαν ἐργάζεσθαι
17. σφοδρὰν, ἀλλ᾿ εἴτε πυρετὸς ὑπὸ τίνος αὐτῶν γένοιτο,
18. τῶν ἐφημέρων ὀνομαζομένων ὁ τοιοῦτός ἐστι πυρετὸς, εἴτ᾿
1. ἄλλο τι σύμπτωμα, ὀλιγοχρόνιον ἔσται πολλάκις· καὶ τοῦτό
2. γε, ὡς ἔφην, διὰ τὴν τοῦ σώματος διάθεσιν ἕκαστον τῶν
3. τοιούτων οὐκ αἴτιον τοῦ νοσήματος, ἀλλὰ πρόφασις γίγνεται.
4. κυρίως γὰρ ἄν τις μάλιστα τὰς τοιαύτας αἰτίας ὀνομάζοι
5. προφάσεις, οὐχ ἁπλῶς φανερὰς, ὡς πολλάκις εἰώθασιν
6. αὐτοὶ καλεῖν, ὅταν ὑπό τινος τῶν φανερῶν αἰτίων βλάβη
7. γένηται σαφὴς ἐν τῷ σώματι· μηδεμιᾶς γὰρ ἑτέρας διαθέσεως
8. νοσώδους ὑποκειμένης οὔτε νόσος ἀξιόλογος ἀκολουθήσει
9. καὶ τῆς γινομένης ἐν τῷ σώματι βλάβης τὸ ποιῆσαν
10. αὐτὴν αἴτιόν ἐστι. ἴσθι τοίνυν αὐτῷ τὸν ἐνεστῶτα
11. λόγον ἐπὶ τοῖς τοιούτοις αἰτίοις γενόμενον, ἃ μὴ κατὰ τὸν
12. ἑαυτῶν λόγον βλάπτει τὸ σῶμα· κεφάλαιον δ᾿ αὐτῶν ἐστιν
13. ἓν μὲν καὶ πρῶτον οἱ πόνοι, πολυειδεῖς κατὰ μέρος ὄντες,
14. δρόμοι καὶ πάλαι καὶ παγκράτια, ἀφροδίσια, τρίψεις, ἔγκαυσις,
15. ψύξις, ἀγρυπνία, θυμοὶ, λῦπαι, φόβοι. τῶν μὲν οὖν
16. ἀφροδισίων ἐμνημόνευσε, τὰ δ᾿ ἄλλα παρέλιπε, καίτοι τὴν
17. αὐτὴν δύναμιν ἔχοντα· τὰ γὰρ, ὡς εἴρηται, τὸ πνεῦμα ταράττοντα
1. καθάρσεως οὐ δεῖται διὰ τὸ μηδ᾿ ὑπὸ κακοχυμίας
2. γεγονέναι τὴν νόσον ταύτην. μεταβὰς δὲ ἀπὸ τούτων
3. τῶν γνωρισμάτων αὐτὸς ἐδήλωσεν οὓς πρότερον εἶπεν· ἰδίως
4. δὲ καλοῦσιν ἀχρόους τοὺς λειφαίμους, ἔτι τε δι᾿ ἄλλην διάθεσιν
5. οὐ κατὰ τὴν φύσιν ἔχοντας τὸ σῶμα κακοχρόους
6. ὀνομάζουσιν· οὗτοι τοίνυν οἱ ἄχροοι θερμαίνεσθαι δέονται
7. διὰ τε γυμνασίων καὶ πόσεων οἴνου θερμοῦ τῇ δυνάμει καὶ
8. σιτίων παραπλησίων. ἀλλὰ καὶ τοὺς βραγχαλέους φησί·
9. καὶ γὰρ καὶ τούτων τὴν ὑγρότητα καὶ ψύξιν τοῦ κατασκήψαντος
10. εἰς τὸν λάρυγγα ῥεύματος, ἰάσασθαι προσήκει τὴν
11. κεφαλὴν ξηραίνοντας καὶ τὰ πεπονθότα μόρια διὰ
12. τῶν τοπικῶν βοηθημάτων. ἀλλὰ καὶ τοὺς σπληνώδεάς φησιν
13. οὐ δεῖσθαι καθάρσεως· τοῦτό μοι δοκεῖ μὴ λέγειν ὀρθῶς,
14. δέονται γὰρ, εἴπερ τινὲς ἄλλοι καὶ οὗτοι καθαίρεσθαι
15. μέλανα. τούτοις ἐφεξῆς τῶν λειφαίμων μνημονεύει, τουτέστι
16. τῶν ἐνδεὲς ἐχόντων αἷμα, κᾂν μηδέπω σαφῶς ὦσιν
17. ἄχροοι. μετ᾿ αὐτοὺς δ᾿ ἐμνημόνευσε τῶν πνευματωδῶν καὶ
18. ξηρὰ βησσόντων καὶ διψωδῶν, ἀσαφῶς ἑρμηνεύσας, ὡς μὴ
1. δηλῶσαι πότερον ἑκάστου κατὰ μόνας ἀκουστέον ἐστὶν ἢ τῶν
2. τριῶν ἅμα γενομένων. ἔστι δ᾿ οὐδὲ καθ᾿ ἓν ἕκαστον αὐτῶν
3. λεγόμενον σαφὲς, ὡς καὶ πρόσθεν ἤδη λέλεκται· πνευματώδεις
4. γὰρ ὡς πολὺ μόνον ὀνομάζουσι τοὺς κατὰ τὴν εἰσπνοὴν
5. ἀέρος δεομένους, ἔστι δ᾿ ὅτε καὶ τοὺς ἐμπνευματουμένους·
6. ἀλλ᾿ ἑκάτερον αὐτῶν πολλὰς αἰτίας ἔχει, καὶ εἰ πάσας ἐπεξίω,
7. μακρότερος ὁ λόγος ἔσται πρὸς τῷ καὶ φανῆναί τινας
8. μὲν αὐτῶν φλεβοτομίας δεομένους, τινὰς δὲ καθάρσεως, τινὰς
9. δ᾿ ἄλλου βοηθήματος. οὕτω δὲ καὶ οἱ ξηρὰ βήσσοντες
10. οὐ κατὰ μίαν γίγνονται διάθεσιν, οὐδ᾿ οἱ διψώδεις αὐτῶν.
11. οὕτως δὲ οὐδ᾿ εἰ περὶ τῶν πυρεσσόντων διψωδῶν ὁ λόγος
12. ἐστὶν αὐτῷ, ἐπίστασθαι νῦν ἡμᾶς ἢ περὶ τῶν ἀπυρέτων ἢ
13. ἀμφοτέρων· κᾂν γὰρ ἑνὸς αὐτῶν μνημονεύσω κατὰ τοὺς
14. ἀφορισμοὺς εἰρημένου, τὸ καθόλου διαβεβλήσεται· λέλεκται
15. δὲ ἐν ἀφορισμοῖς ὧδε· ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς
16. καὶ σκοτόδινος καὶ στόμα ἐκπικρούμενον, ἄνω φαρμακείης
1. δεῖσθαι σημαίνει· ἐὰν δὲ ἐκπικροῦται τὸ στόμα, διψώδεις
2. εἰσίν. οὕτως δὲ καὶ οἱ φυσώδεις πρῶτον μὲν οἵτινες
3. ὑπ᾿ αὐτοῦ λέγονται ἀγνοῶ, εἰ σὺν τῷ φλεβῶν ἀπολήψιας
4. τοὺς γεγονότας φυσώδεις ἀκούωμεν, ἐνίων ἀναγιγνωσκόντων
5. καθ᾿ ἑαυτό· κᾂν μεταβάλλειν εἶχον τῆς λέξεως
6. ταύτης ἕκαστον, ἐδυνάμην ἂν ἅπαντα, ὅσα γιγνώσκειν χρήσιμόν
7. ἐστι, διδάξαι μὴ πολλὰ πληρῶν βιβλία, καθάπερ καὶ
8. περὶ τῶν ἑξῆς λεγομένων. φησὶ γὰρ ἐκτεταμένους ὑποχόνδρια
9. καὶ πλευρὰ καὶ μετάφρενον καὶ ἀμαυρὰ βλέποντας καὶ
10. οἶς ἦχοι τῶν ὤτων εἰσὶ καὶ ὅσοι τὰς οὐρήθρας ἀκρατῶς
11. διάκεινται· καθ᾿ ἕκαστον γὰρ τούτων τῶν παθημάτων αἰτίαι
12. τε καὶ διαθέσεις εἰσὶ πολλαὶ καὶ θεραπειῶν διαφερουσῶν
13. δεόμεναι· αὐτῶν γοῦν ἐσθ᾿ ὅτε καὶ καθάρσεως δεηθήσονταί
14. τινες τῆς διὰ χολαγωγοῦ φαρμάκου. περὶ πάντων
15. οὖν τούτων, ἔτι τε τῶν ἐφεξῆς εἰρημένων, οὐκ ἀποφάσεις
16. ἀδιορίστους, ἀλλὰ διορισμούς τε καὶ σαφεῖς διδασκαλίας τῇ
17. τε μακρᾷ πείρᾳ κεκριμένας ἐν ταῖς ἡμετέραις ἔχεις πραγματείαις,
18. ἃς ἀναλεξάμενος ἱκανὸς ἔσῃ κρίνειν ἅπαντα τὰ
1. τούτῳ λεγόμενα, μετὰ τοῦ μεμνῆσθαι τοῦ μέρους, ὃ γνήσιον
2. ὡμολόγητο καὶ παρ᾿ ἡμῶν, διδασκαλίας ἔχον ὠφελούσας·
3. ἅπαντα γὰρ ἐν αὐτῷ γέγραπται σὺν ἀποδείξει τε καὶ σαφηνείᾳ
4. καὶ διορισμοῖς τοῖς προσήκουσι. τὰ δ᾿ οὕτως ἐσπαρμένα,
5. καθάπερ ἡ νῦν ὑποκειμένη ῥῆσις, οὐδὲν ὀνίνησιν.
6. ἐὰν μὲν γὰρ νῦν ἀκούῃ τις ἁπλῶς ἑκάστου τούτων ἄνευ τοῦ
7. διορίσασθαι, πολλὰ κακῶς πράξει κατὰ τὴν τέχνην· ἐὰν δὲ
8. ἕκαστον ὡς χρὴ διορίσηται, γνώσεται πρῶτον μὲν οὐδὲν
9. ἐντεῦθεν εἰς τὴν εὕρεσιν αὐτῶν ὠφελούμενος, εἶτα πολλῶν
10. βιβλίων δεόμενος εἰς τὴν περὶ τῶν προκειμένων σκέψιν.
11. ἀλλὰ γὰρ οὐκ ἔστι πεῖσαι τοὺς πολλοὺς τῶν ἀνθρώπων
12. ἐπέρχεσθαι μὲν τὰ σαφῆ τῶν γραμμάτων μόνα, καταλιπεῖν
13. δὲ τοῖς γράψασι τὰ μὴ τοιαῦτα· καὶ γὰρ δίκαιόν ἐστιν, εἰ
14. μηδεμίαν ἐκεῖνοι φροντίδα τοῦ γινώσκειν ἡμᾶς ἃ γεγράφασιν
15. ἐποιήσαντο, μηδ᾿ ἡμᾶς λιπαρῶς προσκεῖσθαι, ζητοῦντάς τε
16. καὶ καταμαντευομένους ὧν λέγουσιν.

Cliquer un n° de page pour en afficher l’image