2. Ἢν δὲ αἷμά τινι ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον
3. ποιέειν τὴν κοιλίην καὶ οὕτως. ἀφαιρέειν· καὶ λιμοκτονέειν
4. καὶ οἶνον ἀφαιρέειν αὐτῷ, ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ
5. τὰ ἐπίλοιπα αὐτέων καὶ πυρίῃσιν ἐνίκμοισι
6. θεράπευε.
8. Μὴ ῥεούσης τῆς κοιλίης ἀφελεῖν τοῦ αἵματος· ἐὰν
9. γὰρ ἐπιμένῃ μετὰ τὴν ἀφαίρεσιν ἀποῤῥέουσα, καταλύει τὴν
10. δύναμιν. τό τε λιμοκτονεῖν ὧν ἀφέλῃς τοῦ αἵματος, οἴνου
11. τε ἀπέχειν, ὀρθῶς εἴρηται, καθάπερ καὶ τὸ τῇ διαίτῃ τῇ
12. προσηκούσῃ χρῆσθαι. τὸ δὲ καὶ ταῖς πυρίαις ταῖς ἐνίκμοις
13. θεραπεύειν, εἰ μὲν ἐπὶ πάντων λέγοιτο τῶν ἀφαιρουμένων
14. αἷμα, ψεῦδός ἐστιν· εἰ δ᾿ ἐπί τινων, ἐχρῆν εἰπεῖν.