ΙΠΠΟΚΡΑΤΟΥΣ ΠΕΡΙ ΔΙΑΙΤΗΣ
ΟΞΕΩΝ ΝΟΣΗΜΑΤΩΝ ΒΙΒΛΙΟΝ ΚΑΙ
ΓΑΛΗΝΟΥ ΥΠΟΜΝΗΜΑ Δ.
1. Προοίμιον. Ἐν τῷ περὶ διαίτης τὰ μετὰ
2. τὸν περὶ λουτρῶν λόγον εἰρημένα προσηκόντως ὑπώπτευσαν
3. οὐκ ὀλίγοι τῶν ἰατρῶν ὡς οὐχ Ἱπποκράτους ὄντα·
4. καὶ γὰρ τῇ τῆς ἑρμηνείας δυνάμει καὶ τῇ τῶν θεωρημάτων
5. ἀκριβείᾳ λείπεται πολὺ τῶν ἔμπροσθεν. οὐ μὴν οὐδ᾿ ἀλόγως
6. ἐκινήθησαν οἱ νομίσαντες Ἱπποκράτους εἶναι καὶ ταῦτα·
7. κατὰ γὰρ τὴν ἐκείνου προαίρεσιν ἡ διάνοια τῶν γεγραμμένων
1. ἐστὶν, ὡς ὑπονοῆσαι μαθητὴν αὐτοῦ τινα γεγραφέναι.
2. πολλὰ δὲ ἐν αὐτοῖς καὶ τὴν λέξιν ἄμεμπτον ἔχει
3. μετὰ τῆς διανοίας, ὡς ὑπονοῆσαι πάλιν ὑπ᾿ αὐτοῦ τοῦ Ἱπποκράτους
4. αὐτὰ γεγράφθαι, παρασκευαζομένου συνθεῖναι
5. βιβλίον, ὡς ὑπέσχετο κατὰ αὐτὸ τὸ περὶ διαίτης ὀξέων, ἐν
6. ᾧ κατὰ μέρος ἑκάστου τῶν ὀξέων νοσημάτων τὴν
7. θεραπείαν διδάξει. καὶ μὲν δὴ καὶ ἄλλας ἔστι ῥήσεις εὑρεῖν
8. ἐν τῷ προκειμένῳ βιβλίῳ, φανερῶς οὐκ οὔσας ἀξίας Ἱπποκράτους,
9. ὡς ὑπονοῆσαι παρεγγεγράφθαι τοῖς γνησίοις,
10. ὥσπερ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἐφάνησαν ἔνιοι τοιοῦτοι
11. πρὸς τοῖς τελευταίοις μέρεσι τοῦ βιβλίου. τῷ γὰρ ἐν μνήμῃ
12. πολλοῖς εἶναι τὰ πρῶτα τῶν συγγραμμάτων, οἱ παρεγγράφοντες
13. εἰς τὰ τελευταῖα παρεγγράφουσι· τοῦτο γοῦν αὐτὸ
14. καὶ κατὰ τὸ περὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων ἐφάνη γεγονὸς,
15. ἔτι δὲ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν. ὁμοίως δὲ
16. καὶ κατὰ τὸ νῦν ἡμῖν προκείμενον βιβλίον ἔστιν εὑρεῖν παρεγκείμενα
17. καὶ μᾶλλον ἔτι πρὸς τοῖς τελευταίοις. τεσσάρων
18. οὖν ὡς εἴποι τις εἰδῶν ὄντων ἐν αὐτῷ, τοῦ μὲν ἀξίου καὶ
1. κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν Ἱπποκράτους, τοῦ δὲ
2. καθ᾿ ἕτερον μόνον, ἤτοι τὴν λέξιν ἢ τὴν διάνοιαν, ἐνίων δὲ
3. κατ᾿ οὐδέτερον, σημανοῦμεν τοῦτ᾿ αὐτὸ καθ᾿ ἑκάστην τῶν
4. προχειριζομένων εἰς τὴν ἐξήγησιν λέξεων.