2. Οἱ κωματώδεες ἐν ἀρχῇσι γινόμενοι μετὰ κεφαλῆς,
3. ὀσφύος, ὑποχονδρίου, τραχήλου ὀδύνης, ἀγρυπνέοντες ἆρά
4. γε φρενιτικοί εἰσι; μυκτὴρ ἐν τουτέοισιν ἀποστάζων ὀλέθριον·
5. ἄλλως τε καὶ ἢν τεταρταίοισιν ἀρχομένοισι.
7. Τὰ πλεῖστα τῶν παλαιῶν ἀντιγράφων οὐκ ἔχει προσκείμενον
8. τῷ φρενιτικοὶ τὸ εἰσί. διὸ καὶ ζήτησις ἐγένετο,
9. πότερον ἤδη φρενιτικούς τις ὀνομάσει τοὺς οὕτως ἔχοντας
10. ἢ γενήσεσθαι προσδοκήσει. προσκειμένου μέντοι τοῦ εἰσὶ
11. καὶ γεγραμμένης ὁμοῦ τῆς λέξεως, ἆρά γε φρενιτικοί εἰσιν;
12. ἡ ζήτησίς ἐστι πότερόν εἰσιν ἢ οὐκ εἰσὶν οἱ οὕτως ἔχοντες
13. ἤδη φρενιτικοί. ταύτῃ δὲ τῇ ζητήσει καὶ ἄλλη τις οὐ
14. σμικρὰ συνάπτεται ζήτησις, ἣν καὶ περὶ τῆς ἀρχῆς τῶν
15. πυρεκτικῶν παροξυσμῶν ἐποιήσαντο. καὶ γὰρ ἐν ἐκείνοις
16. εὔλογον εἶναι φαίνεται μὴ τὸν ἐσόμενον ὕστερόν ποτε παροξυσμὸν
17. προγινώσκειν ἡμᾶς, ἀλλὰ τὸν ἀρχόμενον ἤδη διαγινώσκειν
18. ἐκ τῆς τῶν σφυγμῶν ἀλλοιώσεως. ἐπεὶ δὲ οὐδέπω
1. μέγεθος ἀξιόλογον εἴληφεν, ὡς καὶ τῷ νοσοῦντι φαίνεσθαι
2. σαφῶς, ἐκείνῳ μὲν ὡς μέλλον τι λέγεσθαι, γινώσκεσθαι δ’
3. ὑφ’ ἡμῶν ὡς ἤδη γεγενημένον· ὁμοίου τοῦ πράγματος ὄντος
4. τῇ διαγνώσει τῶν ἄρτι τῆς γῆς ἀνισχόντων φυτῶν, ἃ
5. γεωργὸς μὲν τις ἢ διαγνωστικὸς ἁπάντων φυτῶν εὐθέως
6. γνωρίζει, τοῖς δ’ ἄλλοις ἄγνωστά ἐστι. πολλάκις γοῦν ὁρῶμεν
7. ἀρούρας ὁμοιοτάτας τὴν βλάστησιν ἐχούσας πόας, ἃς
8. ἡμεῖς μὲν οὐ διαγινώσκομεν, οἱ γεωργοὶ δὲ ἴσασι τί μὲν
9. ἐξ αὐτῶν ἐστι πόα, τί δὲ πυρὸς ἄρτι γεννώμενος, τί δὲ
10. κριθὴ, τί δὲ ζειὰ, τί δὲ τῶν ἄλλων ἕκαστον. οὕτω δὲ κἀπὶ
11. τῶν δένδρων ἔχει. καὶ γὰρ καὶ ταῦτα συμπεπληρωμένα
12. πᾶσι τοῖς οἰκείοις μορίοις ἅπαντες γνωρίζομεν, ἀρχόμενα
13. δὲ φύεσθαι παντάπασιν ὀλίγοις γνωρίζεται. τοῦτόν
14. τε οὖν τὸν λόγον ὡς πάνυ πιθανὸν ἀποδεκτέον, ἐφεξῆς δὲ
15. ζητητέον ἐστὶ περὶ τῆς κατὰ τὴν φρενῖτιν ἐννοίας. ἐν γὰρ
16. τοῖς τῶν ἐπιδημιῶν βιβλίοις, ὡς ἐπιδέδεικταί μοι διὰ τῶν
17. εἰς αὐτὰ γεγραμμένων ὑπομνημάτων, ὁ Ἱπποκράτης φαίνεται
1. τὴν ἐν ὀξεῖ πυρετῷ διηνεκῆ παραφροσύνην φρενῖτιν
2. ὀνομάζων. διηνεκῆ δὲ εἷπον, ἐπεὶ ταῖς ἀκμαῖς τῶν σφοδρῶν
3. πυρετῶν, ἐνίοτε παραφροσύναι ἐμπίπτουσιν, ἐν ταῖς παρακμαῖς
4. εὐθέως παυόμεναι. μαίνεσθαι μὲν γὰρ ὀνομάζουσι
5. πάντες ἄνθρωποι τοὺς ἄνευ πυρετοῦ παραφρονονῦτας, φρενιτίζειν
6. δὲ τοὺς ἐν πυρετῷ. τὸ δ’ ἐν ἀκμῇ σφοδροῦ πυρετοῦ
7. παραφρονῆσαι, παρακόψαι τε καὶ παραχθῆναι καὶ παραληρῆσαι
8. καὶ αὐτὸ δὴ τοῦτο παραφρονῆσαι καλοῦσι. φρενῖτιν
9. δ’ οὐκ ὀνομάζουσιν, ἄνευ τοῦ πυρέσσειν καὶ τοῦ διηνεκοῦς
10. τῆς παραφροσύνης. τῷ διηνεκεῖ δὲ τῆς παραφροσύνης,
11. ὅτ’ ἂν ἅμα πυρετῷ γένηται, τὴν φρενῖτιν γνωριοῦμεν.
12. οὐδὲν δὲ ἧττον ὁρῶμεν εἶναι φρενιτικοὺς ὅσοι κωματώδεις
13. ὄντες οὐ σωφρονοῦσιν, ἀλλὰ παράφορά τε φθέγγονται καὶ
14. πρὸς τῶν παρόντον διεγερθέντες, ἐκτεθαμβημένοις ἐοίκασιν.
15. οὕτω γοῦν κἀν τῷ τρίτῳ τῶν ἐπιδημιῶν ἔφη, οὐδ’
16. ἐξεμάνη τῶν φρενιτικῶν οὐδεὶς, ὥσπερ ἐπ’ ἄλλων, ἀλλ’ ἄλλῃ
17. τινὶ νωθρῇ καταφορῇ καρηβαρέες ἀπώλοντο. καὶ
1. τοῦτον οὖν τὸν λόγον ἐγὼ, ὡς πιθανώτατον προσδέχομαι
2. καὶ καλεῖσθαι πάντας ὑφ’ Ἱπποκράτους ἡγοῦμαι φρενιτικοὺς,
3. ὅσοι τὰς φρένας βεβλαμμένοι διηνεκῶς ὦσιν, ὥσπερ
4. οἱ μαινόμενοι, μόνῳ τῷ πυρέττειν αὐτῶν διαφέροντες. ἐπεὶ
5. δ’ ὡς τὰ πολλὰ τούτοις ὑπάρχει καὶ τῶν βλεφάρων ἀνεῳγότων
6. ἀγρυπνεῖν, οἱ πλεῖστοι τῶν ἰατρῶν ἐν τοῖς παθογνωμονικοῖς
7. φρενίτιδος καὶ τὴν τοιαύτην ἀγρυπνίαν ἔγραψαν.
8. εἶπον δὲ τοιαύτην, ἐπεὶ καὶ μετὰ κώματος ἀγρυπνίαι γίνονται,
9. καθάπερ αὐτὸς ἐδήλωσεν ἐν τῷ γ΄ τῶν ἐπιδημιῶν εἰπών·
10. ἢν δὲ ᾖ τὸ κῶμα συνεχὲς, οὐχ ὑπνῶδες ἢ μετὰ πόνων
11. ἀγρυπνοῖ, ὡς εἶναι τὸ κῶμα τὴν εἰς ὕπνον καταφορὰν
12. οὐ δυναμένων τῶν ἐχομένων τῷ συμπτώματι τὰ τῶν ἐγρηγορότων
13. πράττειν, ἀλλὰ κλείειν τε τὰ βλέφαρα δεομένων,
14. ἐλπιζόντων τε κοιμηθῆναι. συμβαίνει δ’ ἐνίοτε τούτων τισὶ
15. μὴ δύνασθαι κοιμηθῆναι, κλεισθέντων τῶν βλεφάρων, ἀλλ’
16. ἀγρυπνεῖν ἐπὶ πλεῖστον, ὅπερ ὠνόμασεν ὁ Ἱπποκράτης οὐχ
17. ὑπνῶδες κῶμα. περὶ μὲν οὖν τοῦ κατὰ κῶμα σημαινομένου
1. βιβλίον ὅλον ἔχεις ἡμέτερον, ἐν ᾧ διὰ πλειόνων μαρτυριῶν
2. ἐπιδέδεικται πᾶσαν ὀνομάζων καταφορὰν ὁ Ἱπποκράτης
3. κῶμα, καὶ νῦν οὐδὲν θαυμαστὸν τοὺς αὐτοὺς ἅμα τε κωματώδεις
4. εἰρῆσθαι καὶ ἀγρυπνοῦντας. ὡς εἴ γε κωματώδεις
5. μὲν ἦσαν, ἀγρυπνίας δὲ χωρὶς, οὐδ’ ἂν ἐζήτησα, εἰ φρενιτικοὺς
6. ὀνομαστέον αὐτοὺς, εἴτε ὄντας ἢ γενησομένους. ἀεὶ
7. γὰρ οὕτως ἄκουέ μου, διὰ τὰ προηγούμενα τῆς πρώτης γενέσεως
8. ἁπάντων πραγμάτων, οὐ μόνον τῶν παθῶν,
9. οὐ μὴν οὐδ’ εἰ τὰ νευρώδη μέρη κακῶς διέκειτο μετ’ ἀγρυπνίας,
10. ἐν ἀρχῇ τοῦ νοσήματος, οὐκ ἂν οὐδ’ οὕτως ἐζήτησα,
11. εἰ φρενιτικοὺς ὀνομαστέον αὐτούς. οἵ τε γὰρ ἄνευ τῆς ἀγρυπνίας
12. κωματώδεις οὐδ’ ὅλως φρενιτικοὶ, οἵ τε ἄγρυπνοι
13. χωρὶς κώματος, ὅταν ἐν ἀρχῇ τοῦτο πάσχωσι, μετὰ τῆς
14. τῶν εἰρημένων μορίων ὀδύνης, ἐξ ἀνάγκης φρενιτικοί. μιχθείσης
15. δ’ ἀγρυπνίας τῷ κώματι, ἀμφιβολία γίνεται καὶ
16. διὰ τοῦτο τῷ λόγῳ τὸν ἆρα σύνδεσμον προσέθηκεν, ὃν περισπῶντες
17. τῷ τόνῳ λέγομεν, ὅταν περί τινων πραγμάτων
1. ἀποροῦντες τύχωμεν. ὃ δὲ κἀν τοῖς ἐφεξῆς ἐστι μεμνῆσθαι
2. χρήσιμον, ἀκούσαντας ἅπαξ δεῖ ἀεὶ πρόχειρον ἔχειν
3. ἀφορίζοντας τὰ διά τι τῶν ἔξωθεν αἰτίων γεγονότα καὶ τὰ
4. κατὰ τὸν τοῦ νοσήματος λόγον ἐπιφαινόμενα. ἐὰν γὰρ ὁδοιπορήσας
5. τις συντόνως ἢ κατ’ ἄλλας τινὰς ἐνεργείας κοπωθεὶς
6. ἢ καὶ σὺν αὐτοῖς ἐκκαυθεὶς, ἅμα τε πυρέττειν ἄρξηται
7. καὶ κεφαλὴν ἀλγεῖν καὶ ὀσφὺν καὶ ὑποχόνδριον καὶ τράχηλον,
8. μηδὲν ἐκ τούτων ἔλπιζε μέγα λήψεσθαι γνώρισμα
9. πρὸς διάκρισιν τῶν ἐσομένων ἢ γεννωμένων ἤδη παθῶν. εἰ
10. δ’ ἄνευ τῆς ἔξωθεν αἰτίας ὀδύνη τῶν εἰρημένων εἶεν μορίων,
11. εἰ μὲν ἀγρυπνίαι τῷ κάμνοντι χωρὶς καταφορᾶς
12. συμβαίνοιεν, ἔλπιζε παραφρονήσειν αὐτόν· εἰ δὲ μετὰ κώματος
13. συμβάλλει, κατὰ τὸ παρὸν ἀναμένειν ἡμέραν μίαν,
14. ἐν ᾖ τὴν κίνησιν τοῦ νοσήματος διαγνώσῃ. φρενῖτις μὲν
15. γὰρ ἡ ἀκριβὴς καὶ ἄμικτος ἑτέρῳ νοσήματι γίνεται χολῆς
16. ξανθῆς καταλαβούσης τὸν τόπον, ἐν ᾧ τὸ τῆς ψυχῆς ἡγεμονοῦν
17. ἐστι. λήθαργος δὲ τὸν αὐτὸν τόπον ὑγράναντός τε
1. καὶ διαβρέξαντος φλέγματος. αἱ γὰρ ἐν ἑτέροις τισὶ μέρεσι
2. δυνάμεναι εἰς συμπάθειαν ἀγαγεῖν τὸν ἐγκέφαλον, ἐκ χολῆς
3. καὶ φλέγματος βλάβαι, τὸ διηνεκὲς οὐκ ἔχουσιν.
4. ὅταν οὖν ὑπ’ ἀμφοτέρων τῶν χυμῶν ἐνοχλεῖσθαι συμβαίνει
5. τὸν ἐγκέφαλον, ἐναντία συμπτώματα καταλαμβάνει τὸν ἄνθρωπον,
6. ὡς ἀγρυπνεῖν τε ἅμα καὶ καταφέρεσθαι κατ’ ὀλίγον.
7. ὅταν δὲ καὶ καταφέρηται ἅμα καὶ παραφρονῇ, τὴν
8. μικτὴν διάθεσιν διαμένειν αὐτῷ νομιστέον. ἐνίοτε δὲ ἐπὶ
9. θάτερον ἔῤῥεψεν, ὡς ἤτοι τὴν χολὴν ἢ τὸ φλέγμα νικῆσαι
10. καὶ γενέσθαι τὸν ἄνθρωπον ἤτοι φρενιτικὸν ἀκριβῶς ἢ ληθαργικόν.
11. ἐγὼ μὲν οὖν, ὅταν ἄχρι τέλους ἥ τε παραφροσύνη
12. καὶ τὸ κῶμα διαμείνῃ, μικτὸν ὀνομάζω τοῦτο τὸ πάθος
13. φρενίτιδός τε καὶ ληθάργου. τινὲς δὲ τυφομανίας
14. ἐκάλεσαν, ὡς κἀν τῷ περὶ νούσων Ἱπποκράτει γέγραπται
15. κατὰ μέντοι τὸ γ΄ τῶν ἐπιδημιῶν, ὡς ἔφην ἀρτίως, ἅπαντας
16. ὀνομάζει φρενιτικοὺς ὁ Ἱπποκράτης, ὅσοι διηνεκῶς παραφρονοῦσι
17. πυρέττοντες. ὑπόλοιπον δέ ἐστι ζητῆσαι διὰ τί
18. τῆς ῥήσεως ἀρχόμενος μὲν εἶπεν, οἱ κωματώδεες ἐν ἀρχῇσιν,
1. τελευτῶν δὲ πάλιν ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισι.
2. τὸ γὰρ τῆς ἀρχῆς ὄνομα δηλοῖ μὲν καὶ τὴν πρώτην
3. εἰσβολὴν τοῦ νοσήματος, δηλοῖ δὲ καὶ τὴν ἐν πλάτει
4. νοουμένην ἄχρι τῆς τρίτης ἢ τετάρτης ἡμέρας, δηλοῖ δὲ καὶ
5. τὸν πρῶτον καιρὸν τοῦ νοσήματος, ὅταν εἰς τέσσαρα μέρη
6. διελόντες αὐτὸν εἴπωμεν ἐξ ἀρχῆς τε καὶ ἀναβάσεως ἀκμῆς
7. τε καὶ παρακμῆς συγκεῖσθαι. περὶ μὲν οὖν τοῦ σημαίνεσθαι
8. ταῦτα παρὰ τοῦ τῆς ἀρχῆς ὀνόματος, ἐν τῷ πρώτῳ
9. τῶν περὶ κρίσεων ἐπιδέδεικται. νυνὶ δὲ ἐπισκεψώμεθα κατὰ
10. ποῖον αὐτῶν σημαινόμενον εἴρηται τοὔνομα. δοκεῖ δέ μοι
11. κατὰ μὲν τὸ πρῶτον μέρος τῆς ῥήσεως ἀρχὴν εἰρηκέναι
12. τὴν κατὰ πλάτος εἰσβολὴν ὅλου τοῦ νοσήματος. ἐπὶ δὲ τῆς
13. τελευτῆς, ἔνθα φησὶν, ἄλλως τε καὶ τεταρταίοισιν ἀρχομένοισιν,
14. ἄρχεσθαι τηνικαῦτα λέγειν μόνα τὰ προειρημένα
15. συμπτώματα, φθάνοντος ἤδη πυρέττειν ἐκ τεττάρων ἡμερῶν
16. τοῦ νοσοῦντος, ἵν’ ἐν τῇ κατὰ πλάτος ἀρχῇ τὴν γένεσιν
17. ἴσχει τό τε κῶμα καὶ ἡ ἀγρυπνία καὶ τὰ τῶν νευρωδῶν
18. μορίων ἀλγήματα. κατὰ μὲν γὰρ τὴν πρώτην ἢ δευτέραν
1. ἡμέραν, ἐκ πλήθους αἵματος, ἔχοντός τινα δριμύτητα
2. δακνώδη, δι’ ἐπιμιξίαν χολῆς δύναται γενέσθαι κωματώδης
3. τε καὶ ἄγρυπνος ὁ αὐτὸς ἄνθρωπος, ὑπὸ μὲν τοῦ πλήθους
4. τοῦ αἵματος βαρυνομένης τῆς κατὰ τὸν ἐγκέφαλον δυνάμεως,
5. ὑπὸ δὲ τῆς χολῆς ἐρεθιζομένης, ὡς ὑπνοῦν κωλύεσθαι, κατὰ
6. δὲ τὴν τετάρτην ἡμέραν τοῦ πλήθους ἤδη συνῃρημένου καὶ
7. μάλιστα ἐὰν ὁ ἰατρὸς αὐτὸ φθάσῃ κενῶσαι καὶ τῆς δριμύτητος
8. πεπεμμένης, χρὴ ἀμφότερα παύεσθαι τὰ συμπτώματα,
9. καὶ τὸ κῶμα καὶ τὴν ἀγρυπνίαν. ὅταν οὖν ἐν ᾦ χρόνῳ
10. πεπαῦσθαι ἐχρῆν αὐτὰ, γινόμενα φαίνηται χολὴν, ἢ φλέγμα
11. δηλοῖ κατειληφέναι τὸν ἐγκέφαλον, οὐχ αἵματος πλῆθος. εἴρηται
12. δὲ ἐν τῷ περὶ κρισίμων ἡμερῶν ἡ τῆς τετάρτης
13. δύναμις, ἐξηγουμένων ἡμῶν ἐν αὐτοῖς τὴν Ἱπποκράτους
14. γνώμην, ὥσπερ κἀν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν.
15. ἐπίδηλον γὰρ εἶναί φησιν αὐτὴν τῆς ἑβδόμης, ὅπερ ἐστὶ
16. προδηλοῦν πεφυκέναι ὁποία τις ἡ ἑβδόμη γενήσεται. μοχθηροῦ
17. μὲν οὖν ἐν τῇ τετάρτῃ φανέντος σημείου μοχθηρὰν
18. ἀναγκαῖον ἔσεσθαι καὶ τὴν ἑβδόμην· σωτηρίου δὲ καὶ ἀγαθοῦ
1. καὶ τὴν ἑβδόμην ἀγαθὴν γενήσεσθαι. κατὰ γὰρ τὴν
2. ἀναλογίαν τῆς τοῦ σημείου δυνάμεως τὸ ἧττόν τε καὶ μᾶλλον
3. ἀγαθὴν ἢ κακὴν γενέσθαι τὴν ἑβδόμην ἡμέραν ἀκόλουθον.
4. δέδεικται γὰρ ἐν τῷ προγνωστικῷ τὰ μὲν μᾶλλον,
5. τὰ δὲ ἧττον ὀλέθριά τε καὶ σωτήρια τῶν σημείων. καὶ
6. τὴν ἑβδόμην οὖν ἀνάλογον κατὰ τὴν τετάρτην ἤτοι μᾶλλον
7. ἢ ἧττον ἀγαθήν τε καὶ κακὴν γενέσθαι συμβήσεται.
8. τῆς οὖν ἀπὸ τῶν ῥινῶν στάξεως οὔσης ἀεὶ κακοῦ σημείου
9. τελειοτάτη κακία δηλοῦται τοῦ νοσήματος, ἐὰν ἐν τῇ τετάρτῃ
10. τῶν ἡμερῶν γένηται. φαίνεται γὰρ ἐγκεχειρηκέναι
11. μὲν ἡ φύσις, ἀποῤῥίψασθαι τὸ κατὰ τὴν κεφαλὴν ἠθροισμένον
12. πλῆθος, οὐ δεδυνῆσθαι δέ. πρόδηλον δ’ ὅτι κάκιστόν
13. ἐστι τὸ γένος τῶν τοιούτων σημείων. καὶ γὰρ ὅσα
14. φύματα καὶ ἐξανθήματα πρὸς τὸ δέρμα τοῦ βάθους ἐξανθήσαντα
15. παλινδρομῇ, χαλεπώτατα πάντων ἐστί. καὶ οἱ
16. ἀρξάμενοι μὲν ἱδρῶτες, εὐθέως δὲ παυσάμενοι, καὶ οὗτοι
17. μοχθηροὶ καὶ τὰ διαχωρήματα δ’ ὁμοίως, ὅσα τε δι’ αἱμοῤῥοΐδων
18. ἢ μήτρας ἐπὶ γυναικῶν κενοῦται. πάντα γὰρ
1. ταῦτα χείρω τῶν μηδ’ ὅλως ἐπιφανέντων, ὅταν ἀρξάμενα
2. παύσηται. ἐνίοτε γὰρ συμβαίνει πέττουσαν ἔτι τὰ λυποῦντα
3. τὴν φύσιν οὐδέπω τῆς ἀποκρίσεως αὐτῶν ἔχεσθαι. τῶν δ’
4. ἀρξαμένων μὲν, εὐθέως δὲ παυσαμένων, ὥσπερ ὁρμή τις
5. ἐμφαίνεται, τῆς φύσεως ἐκκρῖναι τὰ λυποῦντα σπευδούσης
6. καὶ οὕτω δι’ ἀσθένειαν μὴ δυναμένης ὃ προὔθετο
7. κατεργάσασθαι.