2. Τὰ ἐν κεφαλαλγίῃσιν ἰώδεα ἐμέσματα μετὰ κωφώσιος ἀγρυπνώδεα,
3. ταχὺ ἐκμαίνει.
5. Μεμνημένῳ σοι τῆς τῶν χυμῶν τῶν τε ἄλλων καὶ τῆς
6. μελαίνης χολῆς οὐ χαλεπὸν ἐννοῆσαι περὶ τῶν ἰωδῶν ἐμεσμάτων,
7. ὡς κατὰ τὴν ἐπὶ τὸν μέλανα χυμὸν ὁδοιπορίαν γίνεται.
8. μεμάθηκας γὰρ ἔκ τε τῆς ξανθῆς χολῆς ὑπεροπτηθείσης
9. καὶ τοῦ παχέος αἵματος γεννᾶσθαι τὴν μέλαιναν. ἡ
10. ξανθὴ χολὴ δ’ ὑπεροπτωμένη πρῶτον μὲν εἰς τὸν ἰώδη
11. τρέπεται χυμὸν, ἔπειτα εἰς τὸν μέλανα. ὑπεροπτᾶται δὲ
12. διὰ μέγεθος πυρετοῦ. κατειληφυίας οὖν τὸν ἐγκέφαλον χολῆς
13. ξανθῆς ἐν τοῖς φρενιτικοῖς πάθεσιν, ὅταν ἡ τοῦ πυρετοῦ
14. σφοδρότης, ὀπτῶσα τὸν χυμὸν τοῦτον, ἐργάζηται μελαγχολικὸν,
15. αἱ παραφροσύναι γίγνονται σφοδραὶ, διὰ τὴν
16. κακοήθειαν τῆς μελαίνης χολῆς, ἃς μανιώδεις κἀν τοῖς τῶν
17. ἐπιδημιῶν βιβλίοις Ἱπποκράτης ὠνόμασεν. αὐτὸς οὖν ὁ
18. ἰώδης χυμὸς ἄν τε δι’ ἐμέτων, ἄν τε διὰ τῆς κάτω γαστρὸς,
1. ἄν τε διὰ πτυσμάτων, ἄν τε δι’ οὔρων ἐπιφανῆται, τόν τε
2. χυμὸν ἐξ οὗ γεννᾶται δηλώσει καὶ τὸ νόσημα θερμόν τ’
3. εἶναι καὶ ξηρὸν ἰσχυρῶς. ἀδήλου δ’ ὄντος, ὅσον ἐπὶ τῷ
4. κενουμένῳ χυμῷ, πότερον ἄνευ τόπου πεπονθότος τινὸς
5. ἐξαιρέτου ἢ μετά τινος κυρίου μορίου φλεγμονὴν
6. ἐρυσιπελατώδη ἔχοντος ἡ γένεσις αὐτῷ γέγονε, διαγινώσκεται
7. καὶ διορίζεται τοῦτο τοῖς συνεζευγμένοις συμπτώμασι.
8. καὶ γὰρ καὶ δι’ ἧπαρ οὕτω φλεγμαῖνον ἰώδης
9. γεννᾶται χυμὸς, οὗ νῦν μνημονεύει. τῇ κοινωνίᾳ γοῦν
10. τῶν ἄλλων συμπτωμάτων ὅσα τῶν εἰρημένων μορίων τε
11. καὶ παθῶν ἐστιν ἴδια τὴν διάγνωσιν αὐτῶν ποιεῖται. ἥ τε
12. γὰρ ἀγρυπνία καὶ ἡ κεφαλαλγία καὶ ἡ κώφωσις ἐν τῇ κεφαλῇ
13. δηλοῖ τὴν διάθεσιν εἶναι. χαλεπῶς δ’ ἔχοντος τοῦ
14. ἐγκεφάλου πρὸς ἔμετον ὁρμᾶν τὸ στόμα τῆς γαστρὸς ἴσμεν,
15. εἴρηται γὰρ ὑπέρ τούτων πολλάκις. εὔλογον οὖν ἐστι παρακόψαι
16. σφοδρῶς τὸν τοιοῦτον ἄνθρωπον ἐπὶ ξηρᾷ καὶ θερμῇ
17. κατὰ τὴν κεφαλὴν δυσκρασίᾳ, διὰ ξανθῆς χολῆς πλεονεξίαν
18. ὑπεροπτωμένης. ἐν τάχει δὲ γενήσεσθαι τοῦτο διά
1. τε τὸ μέγεθος τῆς διαθέσεως καὶ τὴν ἰδέαν τοῦ πλεονεκτοῦντος
2. χυμοῦ. ὅσα μὲν γὰρ ἐπὶ ψυχροῖς ἢ παχέσιν ἢ γλίσχροις
3. ἢ ὅλως δυσκινήτοις χυμοῖς παθήματα γίνεται, βραδεῖαν
4. ἴσχει τὴν ἐπὶ τὴν ἀκμὴν ἀνάβασιν. ὅσα δ’ ἐν λεπτοῖς μὲν
5. τῇ συστάσει, θερμοῖς δὲ τῇ κράσει, δακνώδεσι δὲ τῇ ποιότητι,
6. χρόνον οὐ περιμένει πλείονα, καθάπερ οὐδὲ τὰ Φιλίστῳ
7. γενόμενα τῷ γεγραμμένῳ κατὰ τὸ τρίτον τῶν ἐπιδημιῶν,
8. ὃν ἐμέσαι μὲν ἔφη χολώδεα ὀλίγα, ξανθὰ πρότερον,
9. μετὰ δὲ ταῦτα ἰώδεα πλείω. εἶτα εἰπὼν ὅτι κώφωσις αὐτῷ
10. συνέπεσεν, ἐφεξῆς φησιν, ἐξεμάνη. καὶ νῦν οὖν ὀρθῶς
11. οὐ μόνον ὅτι παρακόψουσιν οἱ οὕτως ἔχοντες, ἀλλὰ καὶ ὅτι
12. σφοδρῶς, ἐδήλωσε προσθεὶς τὸ ἐκμαίνει, μεγάλης παρακοπῆς
13. δηλωτικὸν ῥῆμα.